Ancient Greek · ~14 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 7.1-3
Not analysed yet
ζ΄. Οὕτω δὲ τῶν κατηγόρων τοῖς ἐπικλήμασι χρησαμέ- νῶν ,τὰ πλήθη τῶν Κόλχων (αὐτοῦ γὰρ συνήθροιστο) ἐπαΐεινΑ. μὲν οὐ μάλα ἠδύναντο τῆς τῶν λόγων ἀπαγγελίας ἢ τῆς τῶν νοημάτων δεινότητος· ὅμως δὲ τὸ χρῆμα γιγνώσκοντες ἐφ’ ᾧπερ ἕκαστα ἐτύγχανε προηγμένα, ἀγωνιζομένοις τε αύτοῖς ἔτι συνεμόχθουν τῇ προθυμίᾳ ,καὶ συμπεριήγοντο ταῖς μετα- βολαῖς τῶν σχημάτων · οὕτω τε τὰς ψυχὰς διέκειντο ,ὡς ἂν αὐτοῖς ἐκεῖνοι φρονήματος ἔχειν ἢ οἴκτου ἐδόκουν καὶ εἶτα ἐπειδὴ τοῦ ῥητορεύειν ἐπέπαυντο ,αὐτίκα οἳγε, ἐπισχόντος βραχὺ τοῦ δικαστοῦ καὶ βουλευομένου, κατεμέμφοντο ἡσυχῇ καὶ ἠγανάκτουν ὅτι δὴ μὴ εὐθὺς οἱ ἐναντίοι ἀνῄρηντο δὲ παρακελευσαμένου καὶ λέγειν αὐτοῖς ἅττα ἂν ἐθελήσαιεν, τότε δὴ καταβοᾷν ἐς τὸ ἐμφανὲς ἵεντο, καί ἤδη ὑπετονθόρυζον, καὶ ἤδη ἡ φωνὴ ἐς τὸ σαφέστερον διεκρίνετο. ἀλλ’ οἱ πρὸς τὸ κατηγορεῖν τεταγμένοι, ταῖς χερσὶ καταπαύοντες, ἀνέκοψαν τὴν περαιτέρω φορὰν τοῦ θορύβου. καὶ τοίνυν σιγῆς γεγενημένης, παρελθὼν καὶ Ῥούστικος ἐν μέσῳ ἃμα Ἰωάννῃ τῷ ἀδελφῷ, ἔλεξε τοιάδε· Μετήγαγε μὲν ἡμῖν ἀθρόον καὶ περιέστησεν εἰς τοὐναντίον τὰς τῶν δοκηθέντων ἐκβάσεις ἡ τύχη, καὶ, δέον μεγίστων γερῶν ἀπόνασθαι ,πάρεσμεν θανάτου φευξούμενοι δίκην· πλὴν ἀλλ’ ἥδιστος ἡμῖν ὁ ἀγὼν καταφαίνεται καὶ πλείστης ὅσης μεγαλαυχίας ἀνάπλεως. γενήσεται γὰρ ἅπασι γνωριμώτερον, ὡς μόνοις ἡμῖν διήνυσται τὸ προδότην ᾶνδρα καὶ τύραννον ἀπολωλέναι, καὶ τὰ βασιλέως πράγματα τὸ μέρος διασεσῶσθαι· ὥστε εἰ καὶ τεθνάναι συμβαίη, στέρξοιμεν ἂν καὶ ὣς ἄσμενοι καθάπερ τι προσφιλὲς καὶ αὐθαίρετον τὸ ἀνιαρὸν καὶ ἠναγκασμένον· καὶ κάλλιστον τοῦτο πρὸς εὐθυμίαν ἐφόδιον ἔχοντες ,τὸ γιγνώσκειν ἐν ἡμῖν αὐτοῖς ,ὡς τοὺς Ῥωμαίους κρατοῦντας ἔτι τῶν Κόλχων καταλελοίπαμεν ,καὶ οὔπω παρ’ πέρων ἀφῃρημένους. εἰ μὲν γὰρ Περσικὸν ἦν τὸ παρὸν δικαστήριον, καἰ παρ’ ἐκείνοις ἐκρινόμεθα, πάντως ἂν ἡμῖν ἀρνήσεως τε προσ- έδει τῶν εἰργασμένων ,καὶ δεδιέναι παρῆν τοὺς ἐλέγχους, καὶ δεδειγμένοις τυχὸν διαπορεῖν ὁποίοις ἂν καὶ χρησαίμεθα λόγοις ὑπὸ δικασταῖς πολεμιωτάτοις, καὶ. τῷ πραχθέντι λίαν ἀχθομένοις τῷ τῆς ἐλπίδος ἡμαρτηκέναι. Ῥωμαίου δὲ ἀνδρὸς διαιτῶντος, τινος ἂν χάριν ἡμῖν τὸ γεγενημένον ἀπαρνηθείη; τί δὲ καὶ ἀπολογεῖσθαι χρεὼν παρ’ ὑμῖν αὐτοῖς, ἀνθ’ ὧν ὑμᾶς εὖ πεποιήκαμεν τὸν τύραννον ἀνελόντες ; οὐδὲ γὰρ εμταδοτέον αὐτῷ τοῦ σεμνοῦ τῆς βασιλείας ὀνόματος, ἀλλοτριωτάτῳ διὰ τῶν ἔργων φανέντι· καίτοι μέγα κεκράγασιν οἱ κατήγοροι, καὶ δεινὰ τετολμῆσθαι φασιν, ὡς δὴ βασιλέως ἀνῃρημένου· χρὴ δὲ οὐ τῇ πόρπῃ καὶ τῷ χλαμυδίῳ καὶ τοῖς ἐκτὸς φαινομένοις ἐγκαλλωπίσμασι ταύτην προσνέμειν τὴν ἐπωνυμίαν ,ἀλλ᾿ ἔνθα τὸ δίκαιον ἐνεργὸν, καὶ τοῦ προσήκοντος μὴ ὑπερφρονοίη τὸ ἐφιέμενον, καὶ μόνοις τοῖς καθεστῶσιι τὸ φρνóνημα τῆς ψυχῆς ἀναμπροῖτο. εἰ μὲν οὖν τοιοῦτον ἀπεπόναμεν ἄνδρα, παράνομα τετολμήκαμεν, ἔνδικος ἡ κατηγορία, εἰκότως βίαιοι καὶ ἀλαζόνες καὶ μιαιφόνοι παρὰ τῶν Κόλχων ὀνομαζόμεθα· εἰ δὲ τούτων μὲν ὡς ποῤῥωτάτω τοῖς τρόποις ἀπῴκιστο, μέτριον δὲ οὐδὲν ἦν αὐτῷ βεβουλευμένον, ἀλλ᾿ ἢ τοὺς πέρσας καθ᾿ ἡμῶν λαθραίως ἐπάγειν, καὶ καταπροέσθαι τὴν χώραν ἐκείνοις· πῶς οὐ μᾶλλον ἐχρῆν φθάσαι τὸν τοῦ δεινοῦ καιρὸν τῷ προτερήματι, ἢ, τὴν βασίλειον στολὴν αἰδεσθέντας, ὑπὸ τοῖς πολεμίοις γενέσθαι; τοῖς γὰρ κίνδυνόν τινα μελετώμενον ὑπό του προεγνωκόσιν, ἐνὸν μὲν ἐκκλῖναι τὸ παραυτίκα τὴν ἐπιβουλὴν, καὶ, τὸ παρὸν ἀμωσγέπως παὸακρουσαμένοις, σχολαίτερον ἐν ὑστέρῳ τοῖς προσπεσοῦσιν ἁρμόσασθαι, πολλὴ ὠμότης προεπιφέρειν τὴν τιμωρίαν, καὶ μὴ μᾶλλον ἀρκεῖσθαι τῇ τοῦ ἀντεπιβουλεύειν τυχὸν ἐξουσίᾳ. ἔνθα δὲ, τῶν βεβουλευμένων εἰς ἔργον ἀχθέντων ,οὐδὲν ἔτι λείπεται πρὸς ἐπικουρίαν, ἀλλ᾿ ἄρδην εὐθὺς ἅπαντα oἴχ́εται, συναφαιρουμένων τῇ κοινῆ̣ σωτηρίᾳ καὶ αὐτῶν δήπου τῶν ὑπὲρ ταύτης ἐλπίδων, ἐνταῦθα τὸ τάχος αἱρπέον τοῖς ἔμφροσι, καὶ ὅπως μηδὲν ὁτιοῦν τῶν ἀνηκέστων πείσονται παρασκευαστέον.