Ancient Greek · ~10 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 6-2
Not analysed yet
ς΄. Πῶς οὖν οὐ παντὸς ὀλέθρου καὶ τιμωρίας ὑπέρτερα 20 πάσης τὸ τετολμημένα δόξοιεν ἄν; ἀδίκια γὰρ καὶ κατ’ ἄλλου του γιγνομένη φευκτόν τι καὶ ἀπειρημένον, μάλιστα δὲ εἰ φί- λον καὶ εὔνουν καὶ πολλάκις προκεκινδυνευκότα τῶν πέλας εἰναι συμβαίη τὸν ἠδικημένον. τις γὰρ ὁ τοῦ Περσῶν πλούτου καὶ τῶν προτεινομένων ἁπάντων τὴν πρὸς ὑμᾶς εὔνοιαν αλλαξαμενος; τις ὁ τὴν Χοσρόου φιλίαν ὑπεριδὼν, γᾶι, παρὸν ἐκεῖσε πρὸς μεγίστην εὐδαιμονίαν χωρῆσαι, τὸ παρ’ ὑμῖν ἔλαττον ἀγαπήσας; τις ὁ πρότερον τῆς χώρας ὑπὸ Μηδῶν ἐπὶ πλεῖστον χρόνον πιεζομένης, καὶ τῆς παρ’ ὑμῶν ἐπικουρίας ἔτι μελλούσης, μεταστὰς μεταστὰς ἀθρόον καὶ μετοικισάμενος ἐπ’ αὐτὰς δήπου τὰς ὑπερβολὰς τοῦ Καυκάσου, ἐνταῦθά τε θηριώδη τινὰ δίαιταν μᾶλλον ὑποστὰς μετιέναι, ἥ προσηκάμενος τὴν τῶν πολεμίων φιλοφροσύνην καὶ καταβὰς οἴκοι μένειν ἐν εὐπαθείᾳ; τις δὴ οὖν οὗτος; ἐκεῖνος ὁ μηδὲν τῶν δεινῶν, ἤν τι παθεῖν ὑπὲρ ὑμῶν ἴδει, κατορρωδήσας, Γουβάζης, ὧ νόμοι καὶ δίκη . ὁ μηδίσας, ὁ τύραννος, ὁ τὰ Ῥωμαίων καταπροέμενος· καὶ τέθνηκεν ὑπὸ Ῥουστίκου τε καὶ Ἰωάννου, βδελυρῶν οὕτω καὶ καταπτύστων ἀνθρώπων, ἀνὴρ βασιλεύς· ᾧπερ εἰ καὶ τοιούτου μετῆν ὡς ἀληθῶς ἐπικλήματος, ἀλλ’ οὐχ ὑπὸ τούτων αὐτὸν ἐχρῆν εὐθὺς ἀνηρπάσθαι, κριθέντα δὲ μᾶλλον σχολαίτερον ὑπὸ τοῦ κοινοῦ Ῥωμαίων τε καὶ Κόλχων βασιλέως, ἅτε δὴ μεγίστου καὶ τῷ παντὶ κρείττονος, προσηκόντως ρηθῆναι. ἀλλ’ ἐπειδὴ ταύτης δὴ τῆς μιαιφονίας αἰτία μὲν αὐ- τοῖς ἔνδικος οὐχ ὑπῆν, δυσμένεια δὲ μᾶλλον παράλογος ὑπὸ βασκανίας εἰς τοῦτο κακοῦ προηγμένη, εἰκότως εὐβουλίᾳ μὲν καὶ λογισμῷ σώφρονι καὶ τῇ τοῦ συνοίσοντος ἐπιγνώσει οὐδένα παρῆκαν καιρὸν, μόνῳ δὲ τῷ αὐθαδιαζομένῳ τῆς ψυχῆς καὶ χαλεπαίνοντι πολλὴν παρέσχον αὐτονομίαν καὶ τὸ μελετηθὲν ἐκπλέίστου καί ὠδινόμενον οὕτω πως ἐκ τοῦ παρείκοντος ἔδρασαν, ὡς μήτε τὴν ἀκμὴν τοῦ παρόντος χρόνου φυλάξασθαι, μήτε μὴν διανοηθῆναι. πολέμου γὰρ τοσούτου περιεστηκότος, ἐμφρόνων μὶν ἀνδρῶν ἔργον ἂν ἦν καὶ τὰ ξένα καὶ οὔπω γνώριμα τῶν ἐθνῶν εὐνοίᾳ προσάγεσθαι οὗτοι δὲ καὶ τοὺς πρώην οἰκειοτάτους ἐκπολεμῶσαι Ῥωμαίοις περὶ πλείστου πεποίηνται· καὶ, τό γε ἧκον εἰς αὐτοὺς, προσκεχωρήκαμεν τοῖς ἐναντίοις, ἐπιβουλεύομεν τοῖς πάλαι φιλτάτοις, ἡ χώρα Περσῶν, τὰ πατρῷα νόμιμα φροῦδα ,πάντα συμβέβηκεν ἀτεχνῶς, ὁπόσα στάσεως τε καὶ ταραχῆς ἐμφυλίας γνωρίσματα μανιώδη. οὐκοῦν ὡς τούτων ἁπάντων ἔργῳ προελθόντων, καὶ πανταχόθεν ἡμῖν τῶν πραγμάτων διαρρυέντων, οὕτω ποινὰς ἀξίας αὐτοῖς, εἴπερ ἄρα καὶ εὑρεῖν ἔνεστιν, ἐπακτέον. εἰ γὰρ καὶ ἡμεῖς πιστοὶ πρὸς Ῥωμαίους καἰ βέβαιοι τυγχάνομεν ὄντες, ἀλλ’ οὐ δίκαιον, ὦ δικαστὰ ,τῆς ἡμετέρας ἐπιεικείας τούτους ἀπόνασθαι, καὶ ἧττόν τι παθεῖν, ἢ καθόσον ἡ τοῦ βούλεται φύσις.”