Ancient Greek · ~9 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Agathias Scholasticus, Historiae 8-3
Not analysed yet
η΄. Οὗτοι γὰρ ἀνδρῶν ἔρημα τὰ ἐκείνῃ πεδία εὑρόντες, διέλυσάν τε τὸ χαράκωμα, καὶ ἅπαντα τὰ ἐντὸς ληϊσάμενοι, οὕτω δὴ γεγηθότες ἐπανῆλθον εἰς τὰ οἰκεῖα, καὶ τῆς προτέρας αὖθις χώρας ἐκράτουν. καίτοι πῶς οὐ λίαν ἀρίδηλον, ὡς θεῖόν τι μήνιμα τοῦ ἀνοσίου αἵματος ἕκατι τὰ ῾Ρωμαίων ἔσφηλε πλήθη, οἵ γε ἐβουλεύσαντό τε τὰ χείριστα, καὶ ὄντες οὐ μεῖον ἢ πέντε μαχίμων ἀνδρῶν μυριάδες, ὑπὸ τρισχιλίων Περσῶν ἀγεννῶς οὕτω πεφεύγασι, πλείστους ὅσους ἀποβεβληκότες; πλὴν ἀλλ’ αὐτοί γε οἱ τῆς μιαιφονίας ἐργάται οὐκ ἐς μακρὰν τὴν τελεωτάτην ἀνέπλησαν δίκην, ὡς προϊόντες ἀφηγησόμεθα. τότε δὲ χειμῶνος ἐπιλαβομένου, ἀνὰ τὰ πολίσματά τε καὶ φρούρια ἅπας ὁ στρατὸς ἐσκεδάννυτο, ᾗπερ ἑκάστῳ διαχειμάζειν ἐτέτακτο. ἐν τούτῳ δὲ τὰ τῶν Κόλχων πράγματα ἀμφίβολα γε ἦν ἐς τὰ μάλιστα καὶ τεταραγμένα. τοιγάρτοι καὶ ἅπαντες οἱ ἐν τέλει διηπόρουν, τινες ἂν γένοιντο κὼ ὅποι τραπεῖεν. καὶ οὖν ὑπό τινα φάραγγα τοῦ Καυκάσου ἀγείραντες ἐν ἀποῥῤήτῳ τὸ πλεῖστον τοῦ ἔθνους, ὡς ἂν μὴ ἔκπυστα εἴη τοῖς Ῥωμαίοις τὰ μελετώμενα, βουλὴν προὐτίθεντο, πότερον ἔπι Πέροας μεταχωρητέον, ἢ μενετέα ἔτι παρὰ Ῥωμαίοις. αὐτίκα δὲ πολλοὶ ἀπεῤῥίπτοντο λόγοι, οἱ μὲν ἐπὶ τάδε, οἱ δὲ ἰπὶ θάτερα προκαλούμενοι. ἦν δὲ ἄκριτος ἡ βοὴ καὶ ταραχώδης, μήτε τοῦ λέγοντος ὅστις εἴη, μήτε ὅ, τι ποτὲ λέγοι, διαγιγνωσκομένου σαφῶς. τότε δὴ οὖν οἱ δυνατώτατοι σιγὴν μὲν τοῖς πλήθεσιν ἔχειν παρεκελεύοντο, παριέναι δὲ τὸν βουλόμενον έν κόσμῳ καὶ τὸ πρακτέον διεξιέναι ὅστις ἂν οἷός τε ἥ. ἀνὴρ δέ τις τῶν λογιμωτάτων, Αἰήτης ὄνομα, ἐδυσφόρει μὰλλόν τι ἁπάντων χαἰ ἐχαλέπαινεν ἐπὶ τῷ ξυνενεχθέντι, ὢν μὲν καὶ ἄλλως μισορώμαιος, καὶ τὰ Περσῶν ἀεὶ προσιέμενος. τότε δὲ καὶ πλέον τῷ εὐπροσώπῳ τῆς αἰτίας ἀποχρώμενος, ἔξαίρειν ἐπειρᾶτο πέρα τοῦ προσήκοντος τὸ γεγενημένον· καὶ οὐδὲ βουλῆς ἔφασκεν δεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλ’ εὐθὺς ἐς τελεώτατον μηδισμὸν καταστῆναι. τῶν δὲ ἄλλων μὴ χρῆναι λεγόντων οὕτω δή τι ἔξαπίνης τὸν βιόν ὅλον μετασκευάσασθαι, πρὶν δὴ σχολαίτερον σφισι βουλευομένοις τὸ λῷον ἀναφανείη, ὁ δὲ ἀναστὰς σὺν ὀργῇ, καὶ προπηδήσας ἐς μέσους, ἐδημηγόρει καθάπερ ἐν δημοκρατικῷ βουλευτηρίῳ. ἦν γὰρ καὶ λέγειν δεινὸς πλέον ἢ κατὰ βαρβάρους, καὶ οἶος τοῖς νοήμασι ῥητορεύειν φύσεως δεξιότητι. καὶ τοίνυν ἔλεξε τοιάδε·