Ancient Greek · ~14 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 9.1-4
Not analysed yet
θ΄. Ἐκείνου μὲν γὰρ τοῦ χειμῶνος ἐν τοῖσδε ἡ πόλις ἐτύγχανεν οὖσα, καὶ ἅπασιν ἐπὶ πλείστας ἡμέρας σείεσθαί πως ἐδόκει τὸ ἔδαφος, καὶ ταῦτα ἀτρεμοῦν ἤδη κὼ πεπαυμένον. ἔναυλον γὰρ ταῖς ψυχαῖς ὑπῆρχε τὸ πάθος, καὶ ὐποψία ἐνέκειτο ὐποθολοῦσα τὸ λογιζόμενον. ὁ δὲ βασιλεὺς πολλὰ τῶν οἰκοδομημάτων τὰ μὲν σαθρὰ καὶ ἀσθενῆ γεγενημένα, ἒνια δὲ ἤδη καὶ καταπεπτωκότα, ἐπανορθοῦν ἐπειρᾶτο. ἐπεγρόντιστο δέ οἱ ἐς τὰ μάλιστα ὁ μέγιστος τοῦ Θεοῦ νεώς· τοῦτον δὲ πρότερον ἐμπρησθέντα ὑπὸ τοῦ δήμου, σφόδρα περιγανῆ καὶ θαυμάσιον ἡλίκον ἐκ βάθρων αὐτῶν καὶ κρηπίδων ἀνεδομήσατο, μεγέθους τε ὐπερβολῇ καὶ σχήματος εὐπρεπείᾳ καὶ ποικιλίᾳ μετάλλων ἐπικοσμήσας· ἤρεψε δὲ αὐτὸν ἐκ πλίνθου ὀπτῆς καὶ τιτάνου, πολλαχοῦ καὶ σιδήρῳ συνδήσας, ξύλοις τε ἥκιστα χρησάμενος, ὡς ἂν μηκέτι εὐκολώτατα πυρπολοῦην, Ἀνθέμιος δὲ ἠν οὗτος ἐκεῖνος, οὗ δὴ ἀρτίως ἐπεμνήσθην, ὁ ἕκαστα μηχανησάμενος καὶ δημιουργήσας. τότε δὲ αὐτὸν ὑπὸ τοῦ κλόνου τὸ μεσαίτατον μέρος τῆς ὀροφῆς καὶ ὐπερβάλλον ὑπερβάλλον ἀποβεβληκότα, ἐπεσκεύασέ τε αὐδις ὁ βασιλεὺς βεβαιότερον, καὶ ἐπὶ μεῖζον ὕψος ἐξῆρε· καίτοι 20Ἀνθέμιος μὲν εκπλείστου ετεθνήκειι, Ισίδωρος δὲ ὁ νέος οἱ ἄλλοι μηχανοποιοὶ τὸ πρότερον ἐν ἑαυτοῖς ἀμαιεωρήσαντες σχῆμα, καὶ τῷ σωζομένῳ τὸ πεπονθὸς ὁποῖόν τε ἦν καὶ ἐς ὅ, τι δήπου ἡμάρτητο ἐπιφρασάμενοι, τὴν μὶν ἐᾠαν τε καὶ ἐσπερίαν ἁψῖδα οὕτω μένειν κατὰ χώραν ἐφῆκαν. τῆς δὲ ἀρκτῴας τε καὶ νοτίας τὴν ἐπὶ τοῦ κυρτώματος οἰκοδομίαν πρὸς τὰ ἔνδον παρατείναντες, καὶ εὐρυτέραν ἠρέμα ποιησάμενοι ὡς μᾶλλον ἁρμοδιώτατα ταῖς ἄλλαις συννενευκέναι, καὶ ὁμολογεῖν τὴν ἰσόπλευρον ἁρμονίαν, περιστεῖλαι ταύτῃ δεδύνηνται τὴν τοῦ κενώματος ἀμετρίαν, καὶ ὑποκλέψαι βραχύ τι τῆς ἐκτάσεως μέρος, ὁπόσον ἐτερὀμηκες ἀπετελεῖτο σχῆμα, οὕτω τε ἐπ’ αὐτῶν ἥδρασαν πάλιν τὸν ἐν μέσῳ ὑπερανέχοντα, εἴτε κύκλον, εἲτε ἡμισφαίριον, εἲτε ὁτῳδηοῦν ὀνόματι παρ' αὐτοῖς ἐπικεκλημένον. καὶ γέγονεν ἐντεῦθεν εἰκότως ἰθύτερος μὲν καὶ εὐεπίστροφος, καὶ πανταχόδεν τῇ γραμμῇ ἐξισάζων, στενώτερος δὲ καὶ ὀξυτενὴς, καὶ οἶος οὐχ οὓτω λίαν ἐκπλήττειν τοὺς θεωμένους ὡς πάλαι, πολλῷ δὲ ὅμως πλέον ἐν τῷ ἀσφαλεῖ βεβηκέναι. ὧν μὲν οὖν ἔδει ἐν ξυγγραφῇ τοῦ νεὼ πέρι ἐπιμνησθῆναι, καὶ ἐφ’ ἃ ἡ τοῦ λόγου φορὰ ἵκετο ἀκολούθως περιαγομένη, ταῦτα ἔμοιγε ἀποχρώντως ἐλδεδιήγηται. ἐγκωμιάζειν γὰρ ἕκαστα τῶν τοῦδε θαυμάτων καὶ ἐπιδεικνύειν λόγῳ, περιττὸν ἂν εἴη καὶ οὐ τοῦ παρόντος ἴδιον ἒργου. εἰ δέ τις ἐθέλοι πόρρω που τυχὸν τῆς πόλεως ἀπῳκισμένος ἔπειτα γιγνώσκειν σαφῶς ἅπαντα, καθάπερ παρὼν καὶ θεώμενος, ἀναλεγέσθω τὰ Παύλῳ τοῦ Κύρου τοῦ Φλώρου ἐν ἑξαμέτροις πεπονημένα, ὃς δὴ ταπρῶτα τελῶν ἐν τοἴς ἀμφὶ τὸν βασιλέα σιγῆς ἐπιστάταις, γένους τε κοσμούμενος δόξη καὶ πλοῦτον ανφθονον ἐκ προγόνων διαδεξάμενος, παιδεία γε αὐτῷ καὶ λόγων ανσκησις διεσπούδαστο· καὶ ἐπὶ τοῶδε μᾶλλον ηὔχει καὶ ἐσεμνύνετο. καὶ τοίνυν πεποίηται οἱ καὶ ἄλλα ὡς πλεῖστα ποιήματα μνήμης τε ἄξια καὶ ἐπαίνου, δοκεῖ δέ μοι τὰ ἐπὶ τῷ νεῷ εἰρημένα μείζονός τε πόνου κω ἐπωτήμης ἀνάπλεα καθεστάναι, ὅσῳ καὶ ἡ ὑπόθεσις θαυ- μασιωτέρα. εὑρήσεις γὰρ ἂν ἐν αὐτοῖς τὴν ὅλην τῆς θέσεως εὐκοσμιαν, καὶ τὰς τῶν μπαλλων φύσεις λεπτότατα κατεξη- τασμένας, τῶν τε προτεμενισμάτων τὸ εὐπρεπὲς ἅμα καὶ ἀναγ- καῖον ,μεγέθη τε καὶ ὑψώματα ,καἰ ὅσα ἰθύγραμμα σχή- σχήματα καὶ ὅσα κυκλικὰ ,καὶ ὅσα ἐκκρεμῆ καὶ προτεταμένα. γνοίης δὲ ἂν ἐκ τῶν ἐπῶν καὶ ὅπως ἀργύρῳ τε καὶ χρυσῷ τὸ ἱερώτερον χωρίον καὶ τοῖς ἀπορρήτοις ἀποκεκριμένον, no~ λυτελέστατα καταπεποίκιλται, καὶ εἰ τι ἄλλο πρόσεστι μέγα ἢ ἐλάχιστον πώρωμα, οὐ μεῖον ἢ οἱ θαμὰ ἐν αὐτῷ περιπατονςC ποιούμενοι καὶ ἅπαντα διασκοποῦντες. ἀλλὰ γὰρ ἥδε μὲν ἡ δευτέρα τοῦ νεὼ ἐπισκευὴ καὶ ἀνόρθωσις ολιγ́ῳ υσστερον χρόνῳ ἀπείργασται καὶ ξυνετελέσθη.