Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 8-4
Not analysed yet
η'. Τούτῳ δὴ οὖν πολλῷ τῷ λόγῳ ἐχρῶντο οἱ τὰς ἀναοθυμιάσεις καὶ τὰ λιγνυώδη πνεύματα γένεσιν τῶν σεισμῶν ἀποκαλοῦντες. καὶ γὰρ ὁ μηχανοποιὸς” ἔφασαν τὴν αἰτίαν διαγνοὺς ὅθεν τὴν γῆν κινεῖσθαι συμβαίνει, παραπλήσια ἒδρασε, καὶ τῇ τέχνη τὴν φύσιν ἀπεμιμήσατο.” καὶ ἔλεγον μέν τι, οὐ μέντοι γε ὅσον ᾢοντο. ἐμοὶ γὰρ τὰ τοιαῦτα πιθανὰ μἐν εἶναι δοκεῖ κομψότερόν πως ἐξευρημένα, οὒπω δὲ ἐν- αργῆ γνωρίσματα τῶν ὡς ἀληθῶς γιγνομένων. οὐ γὰρ ὅτι τὰ κυνίδια ταῦτα δήπου τὰ Μελιταῖα ἐπὶ ταῖς στέγαις διέρποντα, σείουσί τε αὐτὰς καὶ ἀνακινοῦσι, καὶ ταῦτα ἔπι βαδίσματι κουφοτάτῳ, ἢδη που ὅμοιον φήσειεν ἄν τις εἶναι τὸ χρῆμα, καὶ τούτῳ καθάπερ ἱκανῷ παραδείγματι χρέοιτο. ἀλλ’ ἐκεῖνα μὲν παιγνία τῆς μηχανοποιΐας, οὐ φαῦλα μέντοι οὐδὲ ἀτερπῆ νομιστέον, τῶν δὲ τῆς ὕλης ἁμαρτημάτων ἄλλα ἂττα, (εἴπερ ἄρα καὶ δεῖ,) ζητητέον τὰ αἴτια. ἐπεὶ οὐδὲ τοῦτο μόνον Ἀνθέμιος ἐπὶ Ζήνωνι ἐμηχανήσατο, ἀλλ’ ἀλλ' ὅγε κα- τήστραψέν γε αὐτοῦ καὶ κατεβρόντησε τὸ δωμάτιον. δίσκον μὲν γάρ τινα ἐσόπτρου δίκην ἐσκευασμένον, καί ἠρέμα ὐποκοιλαινόμενον ταῖς τοῦ ἡλίου ἀντερείδων ἀκτῖσιν ἐνεπίμπλα τῆς αἴγλης· καὶ εἶτα μετάγων ἐφ’ ἒτερα, πολλὴν ἀθρόον αὐτῷ κατηκόντιζε λαμπηδόνα, ὡς ἁπάντων ἐφ’ οὑς ἂν φέροιτο ἀμβλύνεσθαι τὰς ὃψεις καὶ σκαρδαμύττειν· συντρόψεις δέ τινας καὶ ἀντιτυπίας σωμάτων ἐπινοῶν βαρυηχοτάτων, κτὐπους ἀπετέλει σφοδροὺς καἰ βροντώδεις, καὶ οἵους ἐκπλῆξαι τὴν αἲσθησιν, ὡς ἐκεῖνον μόλις γοῦν διαγνόντα ὃδεν γίγνεται, προκαλινδεῖσθαι ἀναφανδὸν ἀμφὶ τὼ πόδε τοῦ βασιλέως, καὶ κατηγορεῖν τοῦ γείτονος, ὡς κακοῦ καὶ ἀδικωτάτου· ὥστε ἀμέλει καὶ χάριέν τι ὑπ’ ὀργῆς ἐπεφθέγγετο. ποιητικὰ γὰρ παρῴδει ῥημάτια καὶ ἀνεβόα ἐπὶ τῆς συγκλήτου βουλῆς ὡσπερ εἰρωνευόμενος, ὡς οὐχ οἷόν τε αὐτῷ γε ὂντι ἀνθρώπῳ κατὰ ταὐτὸν ἅμα πρός τε Δία τὸν ἀστερο- πητὴν καἰ ἐρίγδουπον, καὶ πρός γε Ποσειδῶνα τὸν ἐννοσίγαιον διαμάχεσθαι. καλὰ μὲν οὖν τῆσδε τῆς τέχνης καὶ αὐτὰ δήπου τὰ ἀθύρματα· οὐ μὴν ἀνάγκη τὴν φύσιν ἕπεσθαι τοὐτοις καὶ ἒξισοῦθαι. πλὴν ἀλλ’ ἕκαστος μὲν ἐχέσθω καὶ τῶνδε πέρι ὁποίας ἂν καὶ βούλοιτο γνώμης· ἐμοὶ δὲ ἐς τὸν πρότερον λόγον ἐπανιτέα.