Ancient Greek · ~8 min
ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΤ
Agathias Scholasticus, Historiae 10-3
Not analysed yet
ι'. Ἐκεγνου δὲ τοῦ ἔτους ἅμα ἦρι ἀρχομένῳ ἡ λοιμώδης νόσος αὖθις xfj πόλει ἐνέπεσε, καὶ μύρια διέφθειρε πλή-Ι· Ι· ’’θη, λήξασα μὲν ἐς τὸ παντελὲς οὐδ’ ὁπωστιοῦν, ἐξ ὥ δή τἠν ἀργὴν, φημὶ θὴ κατὰ τὸ πέμπτον ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας, ἐν τῇ καθ’ ἡμᾶς εἰσήῤῤησεν οἰκουμένη. μεταβᾶσα δὲ πολλάκις μεταξὺ ἄλλοτε ἄλλοθι, καὶ τόπον ἐκ τόπου λυ- μηναμένη, καὶ ταύτῃ τοῖς λειπομένοις ἀνακωχῆς τινος μεταδοῦσα, τότε δὴ οὖν πάλιν ἐς τὸ Βυζάντιον ἐπανῆκεν, ὥσπερ, οἶμαι, τὸ πρότερον ἒξηπατημένη, καὶ θᾶττον δήπου τοῦ δέοντος ἐνθένδε ἀπαλλαγεῖσα. ἔθνησκον τοιγαροῦν πολλοὶ ἒξαπιναίως καθάπερ ἀποπληξίᾳ ἰσχυρᾷ κάτοχοι γεγενημένοι· οἱ δέ γε πλεῖστον διαρκοῦντες μόλις πεμπταῖοι ἀπώλλυντο. ἡ δὲ τῆς νόσου ἰδέα ΠαραΠλησία τῇ πρεσβυτέρᾳ ἐτύγχανεν οὖσα. πυρετοὶ γὰρ ἐπὶ βουβῶσιν ἀνήπτοντο συνεχεῖς καὶ οὐκ ἐφήμεροι, οὐδὲ μετρίως γοῦν ὑποχαλῶντες, μόνῃ δὲ τῇ τελευτῇ τοῦ ἁλόντος ἀποπαυόμενοι. ἔνιοι δὲ μήτε θέρμης ἡγησαμένης, μήτε ἄλλου ἀλγήματος, ἀλλὰ δρῶντες ἔτι τὰ εἰθισμένα, οἴκοι κοὶ τε καὶ ἀνὰ τὰς λεωφόρους οὕτω παρασχὸν κατέπιπτον, καἰ ἀθρόον ἄπνοι ἐγίγνοντο, ὥσπερ τὸν θάνατον σχεδιάσαντες· καὶ ἅπασα μὶν ἡλικία χύδην ἐφθείρετο, μάλιοτα δὲ τὸ ἀκμάζον τε καὶ ἡβάσκον, καὶ ἐν τούτῳ πλέον οἱ ἂῤῤενες· τὸ γὰρ δὴ θῆλυ οὐ μάλα ὅμοια ἔπασχε. τὰ μὲν οὖν παλαίτατα τῶν Αἰγυπτίων λόγια, καὶ οἱ παρὰ πέρσαις ἔτι τῆς τῶν μετεώρων κινήσεως δαημονέστατοι, χρόνων τινῶν περιόδους ἐν τῷ ἀπείρῳ αἰῶνι συμφέρεσθαι λέγουσι· νῦν μὲν ἀγαθὰς καί εὐδαίμονας, νῦν δὲ μοχθηρὰς καὶ ἀποφράδας, εἶναί τε τὴν παροῦσαν περιφορὰν ἐκ τῶν κακίστων ἐκείνων καὶ ἀπαισίων· ἐντεῦθεν τοιγαροῦν πολέμους τε ἁπανταχοῦ ξυνίστασθαι καὶ στάσεις ταῖς πόλεσι, καὶ τὰ λοιμώδη πάθη μόνιμά τε εἷναι καὶ συνημμένα. ἕτεροι δὲ ὀργὴν τοῦ κρείττονος αἰτίαν εἶναί φασι τῆς φθορᾶς, μετιοῦσαν ἂξίως τὰ τοῦ ἀνθρωπείου γένους άδικήματα, καὶ τὸ πλῆθος ὑποτεμνομένην. ἐμοὶ δὲ διαιτᾷν ἑκατέρᾳ δόξῃ καὶ ἀποφαίνεσθαι τὴν ἀληθεστάτην οὐκ ἐγχειρητέα, τυχὸν μὲν οὐδὲ ἐπισταμένῳ, τυχὸν δὲ, εἰ καὶ εἰδείην, ἀλλ’ οὐκ ἀναγκαῖον τοῦτό γε εἶναι δοκοῦν, οὐδὲ τῷ παρόντι λόγῳ προσῆκον· μόνου γάρ μοι τοῦ συμβεβηκότος εἰ καὶ διὰ βραχέων ἐπιμνησθέντι, ὁ τῆς ἰστορίας ἐκτεθεράπευται νομος.