Ancient Greek
Fragment 9
Agathocles Hist., Fragmenta 9
Not analysed yet
E LIBRO SEPTIMO. Schol. Apoll. Rh. IV, 761: Ἀγαθοκλῆς ἐν τοῖς Ὑπομνήμασι περὶ τῶν χαλκείων τοῦ Ἡφαίστου ἱστορῶν, φησὶ κατὰ Σικελίαν δύο εἶναι νήσους, ὧν ἡ μὲν καλεῖται Ἱέρα, ἡ δὲ Στρογγύλη· αἵτινες ἡμέρας καὶ νυκτὸς πῦρ ἀφιᾶσιν. [Ὁ δὲ αὐτός φησιν ἐν ἑβδόμῳ· «Ἐν Σικελίᾳ νῆσοι ὑπάρχουσι. Τούτων δύο πῦρ ἀφιᾶσι.] Καλεῖται δὲ ἡ μὲν Αἰόλου, ἡ δὲ Ἡφαίστου, ἐν ᾗ πυρὸς ποταμούς φασιν ἀνιέναι.»