Ancient Greek
Section 5
Agathodaemon, Ἀγαθοδαίμων εἰς τὸν χρησμὸν Ὀρφέως συναγωγὴ καὶ ὑπόμνημα 5
Not analysed yet
Τὸ γοῦν πρῶτον ἔτος τοῦ χρησμοῦ, τὴν τοῦ χαλκοῦ λεύκωσιν τῶν κατασταθέντων καὶ λειωθέντων, καὶ φρυχθέντα ἕως μεταβάλῃ εἰς τὸν κηρόν· σύγκειται δὲ ἀστοῦν χαλκὸν ἐκ τῶν δ' σωμάτων, χαλκοῦ, σιδήρου, κασσιτέρου, μολύβδου, καὶ τῶν (f. 263 r.) οὐσιαστικῶν μετάλλων, καὶ θείου λευκοῦ· τάδε χρῄζουσιν μὲν προταριχείας ἀπὸ μηνὸς μεχὶρ ἕως μηνὸς φαρμουθὶ ιε' ἡμέραι μα', εἶτα πλύσεως, ζέσεως, γλυκασμοῦ, ὑλισμοῦ, συσταθμίας, καθάρσεως. Καθαίροντα δὲ τὰ δ' σώματα ἕως ἔχῃς πανταχοῦ, εἶτα μίγνυται σταθμῷ. Ἔστι δὲ ἡ σταθμία· ἐκ χαλκοῦ λίτραι δ', σιδήρου λίτραι α', κασσιτέρου λίτραι β' 𐅵,μολύβδου λίτραι β' 𐅵,ὁ μὲν τοῦ χαλκοῦ, λάμβανε ἀργύρου λίτραν α'· ἔστι αὐτοῦ κάτοχος.