Ancient Greek · ~4 min
Section 6
Agathodaemon, Ἀγαθοδαίμων εἰς τὸν χρησμὸν Ὀρφέως συναγωγὴ καὶ ὑπόμνημα 6
Not analysed yet
Ἔχουσιν δὲ ἐν ταῖς ἄλλαις γραφαῖς καὶ διαφόρους σταθμοὺς, καὶ μίξεις καὶ ἐργασίας, καὶ αὐτὰς καλὰς καὶ οὐκεῖ κενὰ, οὐδὲ ματαίους. Οἱ μὲν γὰρ αὐτῶν ὅλα τὰ σώματα ὑφ' ἓν μιγνύντες ἔχουσιν σκωρίαν ἢ καὶ ἐργάζονται· οἱ δ᾽ ἐπιει καὶ ἑτέρων ποιοῦσιν, προκαθαίρουσιν γὰρ τὸν χαλκὸν, ὡς ἐνδέχεται, καὶ μίσγουσιν τὸν ἄργυρον· εἶτα τὸν σίδηρον ἀρσενώσαντες, ὡς ἐν τῷ χαλκῷ, καὶ ποιήσαντες ἁπαλὸν, σμίγουσιν· τὸν δὲ κασσίτερον καὶ μόλυβδον λύσαντες ἐπιδάλλουσιν τὰ μέταλλα καὶ σκορπιστικῇ καμίνῳ, καὶ φρύξαντες οὕτω λείουσιν καὶ πλύνουσιν· καὶ οὕτω μίσγουσιν τὸν σιδηρόχαλκον, ἄλλοι δὲ τὸν μὲν μόλυβδον· σκορπίζουσι τὰ μέταλλα· τὸν δὲ κασσίτερον, ὀνυχοποιήσαντες μίγμα, καὶ λοιπὸν βάλλοντες, τὸν μὲν μόλυβδον λειοῦσιν καὶ τὸν κασσίτερον ὁμοίως λειοῦσιν, καὶ μίσγουσιν καὶ πλύνουσιν, καθὼς λειοῦται ἔμπροσθεν τρυβλίῳ, καὶ τοῖς ἄλλοις. Εἰ μὴ γὰρ πλυνθῇ καὶ ἀρθῇ ἡ μελανία ἀπ αὐτοῦ, οὐδέν ἐστιν. Αἴρεται δὲ διὰ πλύσεως καὶ ζέσεως μετ᾽ αὐτοῦ, εἶτα πήξεως (f. 263 v.) ,εἶτα κατεράσεως, εἶτα σήψεως, εἶτα ἀνασπάσεως.