Ancient Greek
Section 8
Agathodaemon, Ἀγαθοδαίμων εἰς τὸν χρησμὸν Ὀρφέως συναγωγὴ καὶ ὑπόμνημα 8
Not analysed yet
Ἔχουσιν οὖν αἱ ἀρχαῖαι γραφαὶ ποτὲ μὲν καθησμὸν πάντα, ποτὲ δὲ καὶ συγκεχυμένος, ἅτινα πάντα σοι ὑπογραφήσεται· ἔχει δὲ ὧδε. Λαβὼν κύθραν ὠμὴν, ξήρανον ἐν ἡμέρας ι', καὶ λαβὼν ὤχρας καὶ κυανοῦ ἀνὰ μέρος α', λείου ὄξει ἀκράτῳ· ποιήσας μέλιτος πάχος, χρίε τὴν κύθραν ἔσωθεν· καὶ (f. 264 r.) ὄπτα σανδαράχης ἀλῆς, καὶ λαβὼν ἰὸν χαλκοῦ, λείου οὔρῳ ἀφθόρου, καὶ χρίε πάλιν ἐπάνω τὴν κύθραν· καὶ περιφημώσας ὄπτα ἡμέρας γ'· καὶ ἐξελών εὑρήσεις ὡς καγχρία· ταῦτα ἐπίβαλλε ἀργύρῳ, οἱ μὲν μελανωθέντι, οἱ δὲ οὐ ψυγῆ χρυσὸν μελάνωσις· ὤχρας μέρος, κασσιτέρου μέρος προσποιεῖ ἀμφότερα, τὸν αὐτὸν σίδηρον πρὸς τὸ ἴσον· καὶ μαγνησίᾳ τὸ αὐτὸ ποιήσεις· καὶ λαβὼν ἥμισυ καὶ θεῖον ἄπυρον, καὶ μίγνυε ἀνὰ μέρος ἥμισυ ἐν χώστρᾳ ἐπὶ ἡμέρας β'· εἶτα λείου τοῦτο μετὰ χαλκάνθου, καὶ κηκήδιν ἀφρῷ ἴσα τέως ἡμέρας γ', καὶ ὄπτα, καὶ ἐπίβαλλε χρυσὸν, καὶ μελανωθήσεται τούτου ἓν ἀργύρου μέρος.