Ancient Greek · ~4 min
Section 7
Agathodaemon, Ἀγαθοδαίμων εἰς τὸν χρησμὸν Ὀρφέως συναγωγὴ καὶ ὑπόμνημα 7
Not analysed yet
Λοιπὸν ὁ μόλυβδος ἔχων τὰ οὐσιαστικὰ εἴδη ἐκ δευτέρου βαλλόμενα εἰς τὴν ξάνθωσιν μετὰ ἀργύρου, ποτὲ μὲν καὶ σκορπιζόμενα, ποτὲ δὲ συνλειούμενα καὶ κατασπώμενα, καὶ διὰ τῶν ἄλλων μυρίων τεχνῶν τῶν ἐν ταῖς γραφαῖς αὐτῶν γινομένων· πλατεῖα γάρ ἐστιν ἡ τέχνη, καὶ ὅλα τὰ μέρη, καὶ σκωρίδια, καὶ τὸ καλούμενον ἐξάνθημα, καὶ ὁ μόλυβδος τοῦ ὀξυζωμίου καὶ χρυσοζωμίου, καὶ εἴ τι τοιοῦτον περὶ τούτου στίχου νόει. Τὸ δὲ χρυσοκόλλην καὶ σινώπην, καὶ καθμίαν, ὡς ἔφην, μετὰ τοῦ μολύβδου, τὰ οὐσιαστικὰ εἴδη νόει· τὸ μύσι τὸ ἀσιατικὸν, τὸ θεῖον ὕδωρ δηλοῖ ποτὲ μὲν τὸ μερικὸν, ποτὲ δὲ τὸ καθόλου τὸ ἄθικτον. Καὶ τὸ μὲν μερικόν ἐστιν τὸ δι᾽ ἀσβέστου ἔχον πόας καὶ πάντα λειοῦν, ὀπτὸν τὸ μέρος τῶν ξανθῶν, καὶ σηπτόν· τὸ δὲ καθόλου, ὅταν τὸ σαπὲς ἀναλύσῃς τῷ προταγέντι χαλκῷ, καὶ ἀνασπάσῃς, εἴτε αἰθάλην μετὰ κόμμεως, καὶ ἔχεις, καὶ περιχέεις μαλάγματα, φησὶν, τὸ αὐτὸ μέρος τῷ εἴδει ξανθωθέντι καὶ ἀναδειχθέντι, καὶ ζέσῃς, καὶ τοῦτο ποιήσας τρίτον, καὶ τοῦτο ἐπιβάλλῃς.