Ancient Greek · ~5 min
1 to 5
AGROETAS, Fragmenta 1-5
Not analysed yet
Ἀγροίτας αʹ Λιβυκῶν· «Ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιάσαι ταῖς Νύμφαις καὶ γεννῆσαι παῖδα μυρμαδάναραὐδα κήνας· βυγάνμα· καλομάκαν ψῦλλον, ἀφ ̓ οὖ ψῦλλοι τὸ ἔθνος.» Ἀγροίτας δὲ ἐν πρώτῳ Λιβυκῶν, ὑπὸ Ἀπόλλωνος εἰς Κρήτην αὐτὴν (τὴν Κυρήνην) κομισθῆναι, ἐκεῖθεν δὲ εἰς Λιβύην. Ἀδελφὴ δὲ Κυρήνης Λάρισσα· ἧς ὁμώνυμος πόλις ἐν Θεσσαλίᾳ. Τινὲς δέ φασι τὴν Κυρήνην Πηνειοῦ θυγατέρα γενέσθαι, κακῶς. Ἔνεμεν γὰρ παρ ̓ αὐτῷ θρέμματα, οὐκ ἔτι δὲ καὶ θυγάτηρ αὐτοῦ ἦν. Τὸν δράκοντα Λάδωνα ἐκάλουν. Τοῦτον δὲ Πείσανδρος ὑπείληφεν ἀπὸ τῆς γῆς γεγενῆσθαι. Ἡσίοδος δὲ ἐκ Τυφῶνός φησιν. Ἀγροίτας δὲ ἐν γʹ Λιβυκῶν φησὶ, μὴ μῆλα εἶναι, ἀλλὰ πρόβατα κάλλιστα, ἃ χρυσᾶ ὠνομάσθη· ἔχειν δὲ ταῦτα ποιμένα ἄγριον, ὃν διὰ τὸ ἀνήμερον δράκοντα ὠνομάσθαι. Τὸν δὲ Ἀκακαλλίδος υἱὸν Ἀμφίθεμιν καὶ Γαράμαντά φησι κληθῆναι (sc. Alexander Polyh.) . Οἱ μὲν οὖν ἀπ ̓ αὐτοῦ τὸ ἔθνος τοὺς Γαράμαντας καλεῖσθαί φασιν· οἰκοῦσι δὲ οὗτοι τὴν Λιβύην· οἱ δὲ ἀπὸ τοῦ ἔθνους αὐτόν. Εὐσεβεῖς δὲ οἱ Γαράμαντες, καὶ ναοὶ ἐν αὐτοῖς ἵδρυνται, ὡς ἅλλοι τε καὶ Ἀγροίτας ἱστορεῖ. Ἄμπελος πόλις τῆς Λιγυστικῆς . . . Ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. Ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου, καὶ ἄλλη ἐν Κυρήνῃ· Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω, τὴν δὲ κάτω.