Ancient Greek
Dfhg-Source dfhg4_AGROETAS
AGROETAS, Fragmenta 6
Not analysed yet
Ἀγροίτας δὲ ἐν τρισκαιδεκάτῃ (ἐν τῇ γʹ?) τῶν Σκυθικῶν δαπανᾶσθαί φησι τὸ ἧπαρ Προμηθέως δόξαι ὑπὸ τοῦ ἀετοῦ, διὰ τὸ τὴν κρατίστην τοῦ Προμηθέως χώραν τὸν ποταμὸν τὸν καλούμενον Ἀετὸν φθείρειν. Ἧπαρ δὲ παρὰ πολλοῖς, ὥσπερ καὶ οὖθαρ, τὴν εὔκαρπον λέγεσθαι γῆν. Ἡρακλέους δὲ ἐξοχετεύσαντος διόρυξι τὸν ποταμὸν, τόν τε ἀετὸν δόξαι ὑπ ̓ αὐτοῦ κεχωρίσθαι; καὶ τὸν Προμηθέα λελύσθαι τῶν δεσμῶν.