Ancient Greek · ~5 min
Chapter 1
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 1
Not analysed yet
Τῶν κυριωτάτων Πλάτωνος δογμάτων τοιαύτη ἄν τις διδασκαλία γένοιτο. φιλοσοφία ἐστὶν ὄρεξις σοφίας, ἢ λύσις καὶ περιαγωγὴ ψυχῆς ἀπὸ σώματος, ἐπὶ τὰ νοητὰ ημῶντρπομένων καὶ τὰ κατ᾽ ἀλήθειαν ὄντα· σοφία δέ ἐστιν ἐπιστήμη θείων καὶ ἀνθρωπίνων πραγμάτων. φιλόσοφος δέ ἐστιν ὁ παρωνύμως ὠνομασμένος ἀπὸ τῆς φιλοσοφίας, ὡς ὁ μουσικὸς ἀπὸ τῆς μουσικῆς· πεφυκέναι δὲ τοῦτον χρὴ πρῶτον μὲν πρὸς τὰ μαθήματα, ὅσα δύναται προσοικειοῦν καὶ προσάγειν αὐτὸν τῇ γνώσει τῆς νοητῆς οὐσίας καὶ μὴ πλανωμένης τε καὶ ῥευστῆς, ἔπειτα δὲ πρὸς τὴν ἀλήθειαν ἔχειν ἐρωτικῶς καὶ μηδαμῆ πρςδέχεσθαι τὸ ψεῦδος, ἐπὶ τούτοις δὲ καὶ φύσει πως σώφρονα εἰναι καὶ κατὰ τὸ παθητικὸν τῆς ψυχῆς φυσικῶς κατεσταλμένον. ὁ γὰρ ἐφιέμενος μαθημάτων περὶ τὰ ὄντα καὶ ἐπὶ ταῦτα τρέπων ἑαυτοῦ τὴν ὄρεξιν οὐ θαυμάζοι ἂν τὰς ἡδονάς. δεῖ δὲ καὶ ἐλευθέριον εἶναι τῇ γνώμῃ τὸν μέλλοντα φιλοσοφεῖν· ἐναντιώτατον γὰρ μικρολογία ψυχῇ μελλούσῃ θεωρεῖν τὰ θεῖα καὶ ἀνθρώπινα. καὶ πρὸς δικαιοσύνην δὲ πεφυκέναι χρὴ αὐτόν, εἴγε καὶ πρὸς ἀλήθειαν καὶ πρὸς ἐλευθερίαν καὶ πρὸς σωφροσύνην, προσεῖναι δὲ αὐτῷ καὶ εὐμάθειαν καὶ μνήμην· εἰδοποιεῖ δὲ καὶ ταῦτα τὸν φιλόσοφον. αὗται δὲ αἱ εὐφυΐαι παιδείας μὲν ὀρθῆς καὶ τροφῆς τῆς προσηκούσης τυχοῦσαι τέλεον ἀποφαίνουσι πρὸς ἀρετήν, ἀμεληθεῖσαι δὲ μεγάλων κακῶν αἴτιαι γίνονται· ταύτας δὲ καὶ ὁμωνύμως ταῖς ἀρεταῖς εἴωθεν ὀνομάζειν ὁ Πλάτων, σωφροσύνῃ τε καὶ ἀνδρείᾳ καὶ δικαιοσύνῃ.