Ancient Greek · ~6 min
Chapter 2
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 2
Not analysed yet
Διττοῦ δ᾽ ὄντος τοῦ βίου, τοῦ μὲν θεωρητικοῦ, τοῦ δὲ πρακτικοῦ, τοῦ μὲν θεωρητικοῦ τὸ κεφάλαιον ἐν τῇ γνώσει τῆς ἀληθείας κεῖται, τοῦ πρακτικοῦ δὲ ἐν τῷ πρᾶξαι τὰ ὑπαγορευόμενα ἐκ τοῦ λόγου. τίμιος μὲν δὴ ὁ θεωρητικὸς βίος, ἑπόμενος δὲ καὶ ἀναγκαῖος ὁ πρακτικός· ὅτι δὲ τοῦτο οὕτως ἔχει, ἐντεῦθεν ἂν γένοιτο δῆλον. ἔστι τοίνυν ἡ θεωρία ἐνέργεια τοῦ νοῦ νοοῦντος τὰ νοητά, ἡ δὲ πρᾶξις ψυχῆς λογικῆς ἐνέργεια διὰ σώματος γινομένη. ἡ ψυχὴ δὴ θεωροῦσα μὲν τὸ θεῖον καὶ τὰς νοήσεις τοῦ θείου εὐπαθεῖν τε λέγεται καὶ τοῦτο τὸ πάθημα αὐτῆς φρόνησις ὠνόμασται, ὅσπερ οὐχ ἕτερον εἴποι ἄν τις εἶναι τῆς πρὸς τὸ θεῖον ὁμοιώσεως· ὅθεν καὶ προηγούμενον καὶ τίμιον ἂν εἴη τὸ τοιοῦτο καὶ εὐκταιότατον καὶ οἰκειότατονἀκώλυτόν τε καὶ ἐφ᾽ ἡμῖν κείμενον καὶ τοῦ προκειμένου τέλους ἡμῖν αἴτιον. ἡ μέντοι πρᾶξις καὶ τὸ πρακτικὸν διὰ τοῦ σώματος περαινόμενα κωλυθῆναί τε δύναται καὶ πράττοιτο ἀναπαιτούντων τῶν πραγμάτων, ἃ κατὰ τὸν θεωρητικὸν βίον ὁρᾶται, μελετῆσαι εἰς ἀνθρώπων ἤθη. ἥξει γὰρ ὁ σπουδαῖος ἐπὶ τὰκοινά, ὁπόταν ἴδη κακῶς διοικούμενα πρὸς τινῶν αὐτά, περιστατικὰ μὲν οὕτως ἡγούμενος τὸ στρατηγεῖν, τὸ δικάζειν, τὸ πρεσβεύειν, ἄριστα δ᾽ ἐν πράξει μὲν καὶ ὡς ἐν ταύτῃ προηγούμενα τὸ περὶ νομοθεσίας καὶ πολιτείας κατάστασιν καὶ παιδείαν νέων. πρέπει δὲ ἐκ τῶν εἰρημένων τῷ φιλοσόφῳ μηδαμῶς τῆς θεωρίας ἀπολείπεσθαι, ἀλλ᾽ ἀεὶ ταύτην τρέφειν καὶ αὔξειν, ὡς ἑπόμενον δὲ καὶ ἐπὶ τὸν πρακτικὸν χωρεῖν βίον.