Ancient Greek
[ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Alcidamas, Ὀδυσσεύς 26
Not analysed yet
νομίσματα δὲ οὐ Φοίνικες ἐξηῦρον, λογιώτατοι καὶ δεινότατοι ὄντες τῶν βαρβάρων; ἐξ ὁλοσφύρου γὰρ ἴσον μερισμὸν διείλοντο, καὶ πρῶτοι χαρακτῆρα ἔβαλον εἰς τὸν σταθμόν, δηλοῦντες τὸ πλέον καὶ τὸ ἔλαττον. παρ᾿ ὧν οὗτος ἐλθὼν σοφίζεται τὸν δηλοῦντες τὸ πλέον καὶ τὸ ἔλαττον. παρ᾿ ὧν οὗτος ἐλθὼν σοφίζεται τὸν αὐτὸν ῥυθμόν. ὥστε αὐτοῦ ταῦτα πάντα πρεσβύτερα φαίνεται, ὧν οὗτος προσποιεῖται εὑρετὴς εἶναι.