Ancient Greek · ~1 min
[ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Alcidamas, Ὀδυσσεύς 27
Not analysed yet
μέτρα δὲ καὶ σταθμὰ ἐξηῦρε καπήλοις καὶ ἀγοραίοις ἀνθρώποις ἀπάτας καὶ ἐπιορκίας, πεττούς γε μὴν τοῖς ἀργοῖς τῶν ἀνδρῶν ἔριδας καὶ λοιδορίας. καὶ κύβους αὖ μέγιστον κακὸν κατέδειξε, τοῖς μὲν ἡττηθεῖσι λύπας καὶ ζημίας, τοῖς δὲ νενικηκόσι καταγέλωτα καὶ ὄνειδος· τὰ γὰρ ἀπὸ τῶν κύβων προσγιγνόμενα ἀνόνητα γίγνεται, τὰ δὲ πλεῖστα καταναλίσκεται παραχρῆμα.