Ancient Greek · ~2 min
[ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Alcidamas, Ὀδυσσεύς 4
Not analysed yet
ἔστι δὲ τὸ πρᾶγμα, ὡς ἄν εἰδῆτε, προδοσία· ἐφ᾿ ᾗ δεκαπλάσιαι ζημίαι τῶν ἄλλων εἰσὶν ἐπικείμεναι. καίτοι, ὡς ὑμεῖς ἴστε πάντες, ἐμοὶ καὶ τούτῳ οὐδεμία πώποτ᾿ ἔχθρα οὐδ᾿ ἔρις ἐνεγένετο περὶ οὐδενὸς χρήματος, καὶ μὴν οὐδ᾿ ἐν παλαίστρᾳ οὐδ᾿ ἐν συμποσίῳ, ἔνθα φιλεῖ ἔριδας πλείστας καὶ λοιδορίας γίγνεσθαι. ὁ δὲ ἀνήρ ἐστι φιλόσοφός τε καὶ δεινός, οὗ μέλλω κατηγορεῖν, ὥστε εἰκότως ἂν τὸν νοῦν προσέχειν ὑμᾶς καὶ μὴ ἀμελῆσαι περὶ τῶν νυνὶ λεγομένων.