Ancient Greek · ~2 min
[ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Alcidamas, Ὀδυσσεύς 5
Not analysed yet
Σχεδὸν μὲν γὰρ ἴστε καὶ αὐτοὶ ἐν οἵῳ κινδύνῳ ἐγενόμεθα, ὅτε ἡμῶν οἱ μὲν εἰς τὰς ναῦς καταπεφευγότες ἦσαν, οἱ δὲ εἰς τὰς τάφρους, ἐνέπιπτόν τε εἰς τὰς σκηνὰς οἱ πολέμιοι, πᾶσά τε ἀπορία ἦν ποῖ ποτε προβήσοιτο ἡ τοῦ μέλλοντος κακοῦ τελευτή. ἔχει δὲ ὧδε ὑμῖν. ἐτυγχάνομεν πλησίον τῶν πυλῶν ἐν τῷ αὐτῷ συντασσόμενοι ἐγώ τε καὶ Διομήδης, πλησίον δ᾿ ἦν Παλαμήδης καὶ Πολυποίτης.