Ancient Greek · ~2 min
4 to 5
Alcidamas, Ὀδυσσεύς 4-2-5
Not analysed yet
ἐν πολλῷ δὲ χρόνῳ γράψαι καὶ κατὰ σχολὴν ἐπανορθῶσαι, καὶ παραθέμενον τὰ τῶν προγεγονότων σοφιστῶν συγγράμματα πολλαχόθεν εἰς ταὐτὸν ἐνθυμήματα συναγεῖραι καὶ μιμήσασθαι τὰς τῶν εὖ λεγομένων ἐπιτυχίας, καὶ τὰ μὲν ἐκ τῆς τῶν ἰδιωτῶν συμβουλίας ἐπανορθώσασθαι, τὰ δ᾿ αὐτὸν ἐν ἑαυτῷ πολλάκις ἐπισκεψάμενον ἀνακαθῆραι καὶ μεταγράψαι καὶ τοῖς ἀπαιδεύτοις ῥᾴδιον πέφυκεν. ἔστι δ᾿ ἅπαντα τὰ μὲν ἀγαθὰ καὶ καλὰ σπάνια καὶ χαλεπὰ καὶ διὰ πόνων εἰωθότα γίγνεσθαι, τὰ δὲ ταπεινὰ καὶ φαῦλα ῥᾳδίαν ἔχει τὴν κτῆσιν· ὥστ᾿ ἐπειδὴ τὸ γράφειν τοῦ λέγειν ἑτοιμότερον ἡμῖν ἐστιν, εἰκότως ἂν αὐτοῦ καὶ τὴν κτῆσιν ἐλάττονος ἀξίαν νομίζοιμεν.