Ancient Greek · ~2 min
ΑΛΚΙΔΑΜΑΝΤΟΣ ΠΕΡΙ ΤΩΝ ΤΟΥΣ ΓΡΑΠΤΟΥΣ ΛΟΓΟΥΣ ΓΡΑΦΟΝΤΩΝ Η ΠΕΡΙ ΣΟΦΙΣΤΩΝ.
Alcidamas, Ὀδυσσεύς 6-2
Not analysed yet
Ἔπειτα τοῖς μὲν λέγειν δεινοῖς οὐδεὶς ἂν φρονῶν ἀπιστήσειεν ὡς οὐ μικρὸν τὴν τῆς ψυχῆς ἕξιν μεταρρυθμίσαντες ἐπιεικῶς λογογραφήσουσι, τοῖς δὲ γράφειν ἠσκημένοις οὐδεὶς ἂν πιστεύσειεν ὡς ἀπὸ τῆς αὐτῆς δυνάμεως καὶ λέγειν οἷοί τ᾿ ἔσονται. τοὺς μὲν γὰρ τὰ χαλεπὰ τῶν ἔργων ἐπιτελοῦντας εἰκός, ὅταν ἐπὶ τὰ ῥᾴω τὴν γνώμην μεταστήσωσιν, εὐπόρως μεταχειρίσασθαι τὴν τῶν πραγμάτων ἀπεργασίαν· τοῖς δὲ τὰ ῥᾴδια γεγυμνασμένοις ἀντίτυπος καὶ προσάντης ἡ τῶν χαλεπωτέρων ἐπιμέλεια καθίσταται. γνοίη δ᾿ ἄν τις ἐκ τῶνδε τῶν παραδειγμάτων.