Ancient Greek · ~1 min
1 to 3
Alexander of Aphrodisias, De anima libri mantissa 1-10-3
Not analysed yet
Εἰσὶν δέ τινες, οἳ διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν φασι γίνεσθαι. νυττόμενον γὰρ ὑπὸ τῆς ὄψεως τὸν συνάπτοντα τῇ κόρῃ ἀέρα σχηματίζεσθαι εἰς κῶνον. τούτου δὲ οἷον τυπουμένου κατὰ τὴν βάσιν ὑπὸ τῶν ὁρατῶν τὴν αἴσθησιν γίνεσθαι, καθάπερ καὶ τῇ ἁφῇ διὰ βακτηρίας.