Ancient Greek
62 to 71
Alexander of Aphrodisias, De anima libri mantissa 62-2-71
Not analysed yet
ὁμοίως δὲ καὶ τὰ δι᾿ αὐτῶν ὁρώμενα ἐπισκοτεῖσθαι ἔδει, καθὰ μὴ πόρους ἔχει τὰ διαφανῆ. πόθεν δὲ καὶ τὸ τοσοῦτον σῶμα ἐν ἡμῖν, ὥστε καὶ μέχρι τῶν ἄστρων ἐκπέμπεσθαι καὶ τοῦτ᾿ ἐστιν ἐν ἡμῖν πρὶν ἡμᾶς ὁρᾶν; πῶς δὲ οἷόν τε οὕτως ταχέως τὸ σῶμα κινεῖσθαι τοῦτο, ὥστε εὐθὺς τῷ ἀναβλέψαι ἅμα τὸν οὐρανὸν ἡμᾶς ὁρᾶν; ἔτι πῶς οἱ ἐξ ἐναντίας ἀλλήλους ὁρῶντες ὀφθήσονται, ἐὰν κατὰ τὸ αὐτὸ αἱ ἀκτῖνες ἀπαντήσωσιν ἀλλήλαις; ἢ γὰρ ἐν μέσῳ στήσονται καὶ οὐκ ἔσται ὄψις ἀλλήλων, ἢ δι᾿ ἀλλήλων ἐλεύσονται καὶ οὕτως πάλιν σῶμα διὰ σώματος δίεισιν, ἢ ἡ ἑτέρα κρατήσει καὶ ὁ ἕτερος τὸν ἕτερον ὄψεται μόνον. ἔτι πᾶν τὸ κινού τοπικῶς ἐν χρόνῳ κινεῖται καὶ ἀδύνατον κατὰ τὸ αὐτό τι τῷ αὐτῷ τάχει χρώμενον τὴν διπλασίαν ἐν τῷ αὐτῷ κινηθῆναι χρόνῳ. ἀλλὰ μὴν ἅμα ὁρῶμεν τά τε ἐγγὺς καὶ τὰ ἀπὸ πολλαπλασίου διαστήματος. τοὺς γοῦν ἀστέρας πλεῖστον ἀπέχοντας ἅμα ὁρῶμεν τοῖς παρεστῶσιν. οὐκ ἄρα κατὰ κίνησίν τινος τὸ ὁρᾶν. εἰ δὲ μὴ κατὰ κίνησιν, οὔτε κατὰ ἀκτίνων προβολὴν οὔτε κατὰ εἰδώλων ἀπόρροιαν οὔτε κατὰ τὴν ἀπ᾿ ἀμφοῖν.