Ancient Greek · ~7 min
1 to 17
Alexander of Aphrodisias, De anima libri mantissa 1-16-17
Not analysed yet
Ἡ διαφάνεια κοινή τις φύσις καὶ κοινὸν πάθος ἀπάντων ἐστὶ τῶν σωμάτων, ἀλλὰ τὰ μὲν μᾶλλον αὐτῆς μετέχει, τὰ δὲ ἧττον, πῦρ μὲν καὶ ἀὴρ καὶ ὕδωρ μᾶλλον, ἧττον δὲ γῆ, πλὴν ἐν πᾶσίν γέ ἐστι τοῖς σώμασιν. ἔστι γὰρ ἡ διαφάνεια ὕλη πως χρώματος. ὡς γάρ ἐστι μεγάλου καὶ μικροῦ ὕλη τις, καὶ κούφου καὶ βαρέος καὶ τῶν ἄλλων ἐναντιοτήτων ὁμοίως, ὃ δεκτικὸν αὐτῶν ἐστι παρὰ μέρος, οὕτως καὶ τῆς ἐν χρώμασιν ἐναντιότητος ὕλη τὸ διαφανές. εἴπερ οὖν πᾶν σῶμα χρώματός ἐστι δεκτικόν, πᾶν καὶ διαφανές ἐστιν. ἔστι γὰρ τὸ τοῖς χρώμασιν ὑποκείμενον τοῦτο, καὶ ἔστιν ἐν τῷ πέρατι τοῦ ὡρισμένου διαφανοῦς κατάδηλος ἡ τῶν χρωμάτων φύσις. τῶν γὰρ ἀδιόπτων σωμάτων, ἅπερ ἐστὶν ὡρισμένα καὶ στερεά, μόνον τὸ πέρας φανερόν ἐστι, ὅπερ ἐστὶ τὸ χρῶμα. τῶν δὲ διαφανῶν ἐναργέστατόν ἐστι τοῦτο, κρινόμενον τῇ πρὸς τὸ περιέχον ἑτερότητι καὶ ἀνομοιότητι. διαφανῆ δὲ καλεῖται μόνα τῶν σωμάτων τὰ δίοπτα, ἐπεὶ ὄψει ληπτὸν αὐτῶν ἐστι τὸ χρῶμα. δι᾿ οὗ δὲ τοῦτο φαίνεσθαι πέφυκεν δέξασθαι δυναμένου τὸ εἶδος αὐτοῦ, τοῦτο διαφανὲς ἰδίως καλεῖται καὶ ἔστι. τί ποτ᾿ οὖν, εἰ ἐν ἅπασιν τοῖς σώμασίν ἐστιν ἡ διαφάνεια, οὐ πάντα ἐστὶ διαφανῆ; ἢ διαφέρει τὰ σώματα τῷ μᾶλλόν τε καὶ ἧττον ἔχειν τήνδε τὴν φύσιν. τὸ δὲ μᾶλλόν τε καὶ ἧττον μίξει τοῦ ἀντικειμένου γίνεται. ἐναντίον δὲ τὸ ἐλάχιστον διαφανές. τοῦτο δέ ἐστιν ἡ γῆ. τὸ γὰρ ἐναντίον τῷ μάλιστα διαφανεῖ γῆ. δῆλον δὲ τοῦτο ἐντεῦθεν· φαμὲν γὰρ τὸ δυνάμει διαφανὲς λεγόμενον ἐνεργείᾳ γίνεσθαι τοιοῦτον διὰ πυρὸς ἤ τινος τοιούτου παρουσίαν. κατὰ λόγον οὖν λήψομεν ἐγγὺς τοῦ πυρὸς τήν τε φύσιν καὶ τὴν θέσιν, ὃ μάλιστα καὶ τάχιστα ἀναπίμπλαται φωτός (καὶ τοῦτ᾿ ἔστιν τὸ μάλιστα διαφανές), τὸ δὲ πορρωτάτω ἥκιστα, τῶν δὲ ἄλλων ἄλλο ἄλλου μᾶλλον, ὡς ἂν ἔχωσιν ἀποστάσεως πρὸς τὸ πῦρ καὶ πᾶν τὸ φωτίζειν πεφυκός.