Ancient Greek · ~6 min
94 to 104
Alexander of Aphrodisias, De anima libri mantissa 94-104
Not analysed yet
διὸ καὶ οἱ μιμούμενοι τοὺς πόρρω ὄντας ἀδρανῆ τὴν φωνὴν προίενται. κινήσεως δὲ αἰσθάνεται τῷ διαστήματός τε καὶ ἀποστήματος αἰσθάνεσθαι. ὅταν γὰρ ἤτοι πρός τι ὡρισμένον μὴ τὴν αὐτὴν ἔχον διάστασιν φαίνηταί τι ἢ πρὸς αὐτὴν τὴν ὄψιν μὴ τὴν αὐτὴν ἀπόστασιν, ἤτοι μὴ κινουμένου τοῦ ὁρῶντος ἢ λανθάνοντος αὐτὸν ὅτι κινεῖται, τότε ὡς κινούμενον ὁρᾷ τὸ ὁρώμενον. ὅλως γὰρ τοῦ κινουμένου αἰσθάνεται τῷ πρός τι μένον καὶ ὡρισμένον αὐτὸ συγκρίνειν. διὸ καὶ τῶν μὲν ἐν ἀχανεῖ κινουμένων ἥκιστα ὡς κινουμένων ἀντιλαμβάνεται, τῶν δὲ ἐν στενωποῖς καὶ παρά τινα κινουμένων μάλιστα. θᾶττον γὰρ αὕτη παραλλάττειν δοκεῖ. στάσεως δὲ καὶ ἀριθμοῦ αἰσθάνεται, τῆς μὲν στάσεως τῇ τῆς κινήσεως ἀποφάσει, τοῦ δὲ ἀριθμοῦ τῇ τοῦ συνεχοῦς στερήσει. τὰ γὰρ διοριζόμενα διαστήματι σωμάτων ἄλλων τῷ εἴδει πλείω λέγει. οὕτως δὲ τοῦ ὁρᾶν γινομένου, οὐ κατὰ πάθος καὶ ἀλλοίωσιν τοῦ μεταξύ, ἀλλὰ κατὰ σχέσιν, λύεται καὶ ἡ ἀπορία, ἣν ἀποροῦσίν τινες, πῶς οἷόν τε τοὺς τὰ διαφέροντα ἢ καὶ ἐναντία ὁρῶντας ἀλλήλοις διαγώνια κείμενα ὁρᾶν. ὁ γὰρ μεταξὺ ἀὴρ καθὸ συμβάλλει ἀλλήλοις τὰ χρώματα, τοῦτο δέ ἐστι καθὸ τέμνουσιν ἄλληλα, αὐτῶν τὰ διαγώνια ὁρώντων, ἅμα δόξει τὰ ἐναντία χρώματα ἀναδέχεσθαι. τοῦτο δὴ λύεται τῷ μὴ χρώννυσθαι τὸν ἀέρα, ἀλλὰ κατὰ σχέσιν τὴν τοῦ ὁρωμένου πρὸς αὐτὸν ἐμφαίνεσθαι ἐπ᾿ εὐθείας τοῦ ὁρωμένου τὸ χρῶμα. οὐδὲν γὰρ κωλύει τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο μὴ τὴν αὐτὴν σχέσιν φυλάττειν, ὥσπερ οὖν καὶ τὸ αὐτὸ οὐδὲν κωλύει τοῦ μὲν ἥμισυ εἶναι, τοῦ δὲ διπλάσιον.