Ancient Greek · ~2 min
1 to 4
Alexander of Aphrodisias, De anima libri mantissa 1-19-4
Not analysed yet
Ὅτι φύσει τὸ δίκαιον, δείκνυται ἐκ τοῦ φύσει κοινωνικόν μὲν εἶναι τὸν ἄνθρωπον, μὴ δύνασθαι δὲ κοινωνίαν διαμένειν χωρὶς δικαιοσύνης. ὅτι δὲ φύσει κοινωνικόν, δῆλον ἐκ τῆς ἐναργείας. οὐ γὰρ τοιοῦτον ὁ ἄνθρωπος, ὡς μόνον βιοῦν καὶ ἐφ᾿ ἑαυτοῦ δύνασθαι. ὡς οὖν τὰ ἄλλα ζῷα τὰ συναγελάζεσθαι πεφυκότα φύσει φαμὲν τοῦτ᾿ ἔχειν, οὕτως καὶ ὁ ἄνθρωπος φύσει ἂν ἔχοι τὸ κοινωνικὸς εἶναι, ἐν κοινωνίᾳ τῇ πρὸς ἀλλήλους ἀεὶ καταζῶν.