Ancient Greek
Ὅτι φύσει τὸ δίκαιον.
Alexander of Aphrodisias, De anima libri mantissa 5-3
Not analysed yet
ἔτι τῶν μὲν συναγελάζεσθαι ζῴων πεφυκότων καίτοι φύσει τοῦτ᾿ ἐχόντων (ἐφ᾿ ὃ γὰρ ἐκ φύσεως ὁρμὰ τι, μήτε ἐκ διδασκαλίας μήτε ἐξ ἔθους μήτε ὑπ᾿ ἀνάγκης ἀγόμενον, τοῦθ᾿ ὑπάρχειν αὐτῷ φαμεν φύσει, οὕτω δὲ τὰ συναγελαζόμενα ζῷα τὸ σὺν ἀλλήλοις εἶναι ἔχει κατὰ φυσικὴν ὁρμήν), ἀλλ᾿ ὅμως, τούτων καίτοι πεφυκότων οὔτως, ἔστι που χωρίσαντα ἕν τι τῆς σὺν τοῖς ἄλλοις ἀνατροφῆς ἀνατρέφειν καθ᾿ αὑτό, καὶ διήρκεσέν τινα ἐπὶ πλεῖστον τῶν ἀλλήλοις συναγελάζεσθαι πεφυκότων ἐστερημένα τῆς ἐκείνων κοινωνίας.