Ancient Greek · ~7 min
1 to 18
Alexander of Aphrodisias, De anima libri mantissa 1-20-18
Not analysed yet
Εἰ ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμων, ὁ δὲ εὐδαίμων εὐδαιμόνως βιοῖ (ἡ γὰρ εὐδαιμονία ἐν βίῳ), ὁ τὴν ἀρετὴν ἔχων εὐδαίμονα βιοῖ βίον. ὁ δὲ εὐδαίμων βίος αἱρετός, οὐκ ἀβούλητος· ὁ εὐδαίμων ἄρα βίος οὐκ ἀβούλητος. οὐκ ἄρα, ὃν καταλείπει τις βίον ἑκών, εὐδαίμων οὗτος βίος. ὁ δὲ τὴν ἀρετὴν ἔχων καταλείποι ἄν ποτε τὸν βίον τὸν μετὰ ἀρετῆς ἑκών διὰ τὴν ἐξαγωγὴν τὴν εὔλογον. ὁ τὴν ἀρετὴν ἄρα ἔχων βίος καὶ ὁ κατὰ ἀρετὴν οὐκ εὐδαίμων. οὐκ ἄρα ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν αὐτάρκης. ἔτι εἰ ὁ ζητῶν, εἰ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν οὐκ ἄτοπόν τι ζητεῖ, ὁ δὲ ζητῶν, εἰ αὐτάρκης ἡ ἀρετὴ πρὸς ἀρετήν, ἄτοπόν τι ζητεῖ, οὐ ταὐτὸν ζήτημα ἑκάτερον αὐτῶν. εἰ δὲ μὴ ταῦτα ταὐτά, οὐ ταὐτὸν ἀρετὴ καὶ εὐδαιμονία. δαιμονία. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον. εἰ δὴ ἄλλο ἐστὶν ἀρετὴ καὶ εὐδαιμονία, δῆλον ὡς οὐκ ἐν τῷ ἀρετὴν ἔχειν τὸ εὐδαιμονεῖν, ὥσπερ οὐδὲ ἐν τῷ αὐλητικὴν ἔχειν τὸ αὐλεῖν. οὐκ ἄρα ἐν ἕξει μόνῃ καὶ κτήσει τῆς ἀρετῆς ἡ εὐδαιμονία. ἔτι εἰ ἄλλο τὸ ὑπό τινος γινόμενον τοῦ ποιοῦντος αὐτό, καὶ ἔστιν ἡ εὐδαιμονία γινομένη κατ᾿ αὐτοὺς ὑπὸ τῆς ἀρετῆς, ἄλλο ἡ ἀρετὴ τῆς εὐδαιμονίας. τὸ δὲ πρῶτον, τὸ ἄρα δεύτερον. ἔτι εἰ ἡ εὐδαιμονία ἐν βίῳ καὶ ἐνέργεια, ἡ δὲ ἀρετὴ ἕξις, οὐ ταὐτὸν εὐδαιμονία καὶ ἀρετή. ἔτι εἰ πᾶσα τέχνη ἕτερον ἑαυτῆς ποιεῖ τι καὶ οὐχ ἑαυτήν, ἡ δὲ ἀρετὴ τέχνη κατ᾿ αὐτοὺς εὐδαιμονίας ποιητική, ἕτερον ἂν εἴη τῆς ἀρετῆς τῆς ἡ εὐδαιμονία, τὸ γινόμενον ὑπ᾿ αὐτῆς. ἔτι εἰ ἡ κατὰ ἀρετὴν ἐνέργεια τῆς εὐδαιμονίας ποιητική, πρὸς δὲ τὴν κατὰ ἀρετὴν ἐνέργειαν οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετή, ἡ ἀρετὴ ἄρα οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν.