Ancient Greek · ~1 min
47 to 50
Alexander of Aphrodisias, De anima libri mantissa 47-50
Not analysed yet
ἔτι ὡς ἐπὶ τῶν ἄλλων ἀρετῶν ἔχει, οὕτως εὔλογον καὶ ἐπὶ δικαιοσύνης ἔχειν. ἐπὶ δὲ τῶν ἄλλων καθ᾿ ἑκάστην αὐτῶν φύσει ἐστὶ τὰ πρασσόμενα ὑπ᾿ αὐτῶν τοιαῦτα. φύσει γὰρ ἀνδρεῖα ὁ τὴν ἀνδρείαν ἔχων πράττει, καὶ φύσει σωφρονικὰ τὰ ἀπὸ σωφροσύνης πραττόμενα, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἔστιν ἄρα καὶ δίκαια φύσει πραττόμενα καὶ δικαιοσύνη.