Ancient Greek · ~7 min
1 to 15
Alexander of Aphrodisias, De anima libri mantissa 1-24-15
Not analysed yet
Ἠ τύχη καὶ τὸ αὐτόματον, ὅτι μέν ἐστιν ἐν τοῖς οὖσιν, ἱκανὴ περὶ αὐτῶν ἡ κοινὴ τῶν ἀνθρώπων πρόληψις μαρτυροῦσα, τί δέ ποτέ ἐστιν ἑκάτερον αὐτῶν καὶ περὶ τίνα τῶν ὄντων, οὐκέθ’ οἱ πολλοὶ τῆς τῶν δεδογμένων διδασκαλίας κύριοι. οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις συμφωνοῦσιν περὶ τῶνδε, συμφωνοῦντες ἐν τῇ περὶ τοῦ εἶναι ἑκάτερον αὐτῶν δόξῃ, ἄξιον τοίνυν ἐπιστῆσαι, τίς ποθ’ ἡ φύσις αὐτῶν καὶ περὶ τίνα τῶν ὄντων γίγνεται. δοκεῖ τοίνυν ἐν τοῖς αἰτίοις καὶ ταῦτα καταριθμεῖσθαι· καὶ γὰρ ἡ τύχη αἰτία δοκεῖ τῶν γιγνομένων ἀπὸ τύχης, καὶ τὸ αὐτόματον τῶν τοιούτων. ὄντων τοίνυν αἰτίων τεττάρων, περὶ ὧν πολλάκις ἡμῖν λέγειν ἔθος, τοῦ τε ὑλικοῦ καὶ τοῦ κατὰ τὸ εἶδος, καὶ τοῦ ποιητικοῦ, καὶ τοῦ τέλους, ἐν τούτοις ἀνάγκη κἀκείνων ἑκάτερον εἶναι, εἴ γέ ἐστιν αἴτια. ὡς μὲν οὖν ὕλην τὴν τύχην καὶ τὸ αὐτόματον οὐδεὶς ἂν αἰτιάσαιτο τῶν γιγνομένων δι’ αὐτά. οὐ γὰρ ὑποκείμενόν τι ἡ τύχη, σχηματιζόμενόν τε καὶ εἰδοποιούμενον ὑπό τινος ὡς ὕλη. ὑπομένουσα γὰρ αὕτη δέχεται τὸ εἶδος καὶ ἔστιν αἰτία τῶν γιγνομένων ὡς ἐνυπάρχουσα τοῖς ἐξ αὐτῆς γεγονόσιν, ἡ δὲ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς δι’ αὐτὰ γιγνομένοις οὐκ ἔστιν ἐνυπάρχον· τὸ γὰρ αὐτὸ τοῦτο γιγνόμενον κατὰ τύχην ἔχει τὴν τύχην ἐν αὑτῷ· διὰ ταῦτα δὲ οὐδ’ ὡς εἶδός τε καὶ τὸ τί ἦν εἶναι αἴτια ταῦτα τοῖς δι᾿ αὐτά· τὸ μὲν γὰρ εἶδος ἐνυπάρχει τῷ οὗ αἴτιόν ἐστι, γιγνόμενον ἐν τῇ ὕλῃ καὶ μένον, τούτων δὲ οὐδέτερον. ἀλλὰ μὴν οὐδ’ ὡς τέλος καὶ τὸ οὗ ἕνεκεν αἴτιον ἡ τύχη τε καὶ τὸ αὐτόματον· οὐδενὶ γὰρ τῶν γιγνομένων ἡ τύχη σκοπός· ἑκάστῳ μὲν γὰρ τῶν γιγνομένων ἕνεκέν τινος ὡρισμένος ὁ σκοπός, ἀόριστον δὲ τούτων ἑκάτερον. ἀλλὰ μὴν εἰ ἐν μηδενὶ τῶν τριῶν αἰτίων τούτων ἐστὶν ἡ τύχη, ἢ οὐδενός ἐστιν αἰτία, ἢ εἴη ἂν ἐν τοῖς ποιητικοῖς.