Ancient Greek
44 to 52
Alexander of Aphrodisias, De anima libri mantissa 44-3-52
Not analysed yet
ὅτι δὲ καὶ τοῦ ποιοὶ γενέσθαι τὸ ἦθος αὐτοὶ τὴν ἀρχὴν ἔχομεν, δι’ ἃ καὶ τὰς αἱρέσεις διαφόρους ποιούμεθα, δῆλον ἐκ τοῦ διὰ τῶν ἐθῶν ἡμᾶς ποιοὺς γίγνεσθαι, τῶν δὲ ἐθῶν τὰ πλεῖστα ἐφ’ ἡμῖν εἶναι. καὶ γὰρ εἰ τὰ πρῶτά τις μοχθηρῶς ἐθισθείη παῖς ὢν ἔτι, ἀλλὰ φύσει γε πάντες ἄνθρωποι διορατικοὶ τῶν καλῶν εἰσιν τελειούμενοι. οὐδεὶς γοῦν κατὰ φύσιν ἔχων ἀνεννόητός ἐστιν, τίνα μέν ἐστι δίκαια, τίνα δὲ ἄδικα, καὶ τίνα μὲν καλά, τίνα δὲ αἰσχρά. ἀλλ’ οὐδ’ ὅτι ἐκ τοῦ ἐθίζεσθαί πως ἢ τῶν καλῶν ἢ τῶν αἰσχρῶν γίγνονται προαιρετικοί τε καὶ πρακτικοί, οὐδὲ τοῦτο αὐτοὺς λανθάνει. οἱ γοῦν ἀσκῆσαί τι καὶ μαθεῖν βουλόμενοι ἐπὶ τὸ διὰ τῶν ἐθῶν αὑτοὺς προάγειν τῷ προκειμένῳ τρέπονται, ὡς οὐκ ἀγνοοῦντες τὴν τῶν ἐθῶν ἰσχὺν πρὸς τὸ τῶν προκειμένων τυγχάνειν. τίνι γὰρ ἄδηλον, ὅτι διὰ τοῦ τὰ σωφρονικὰ ποιεῖν περιγίνεται τὸ σωφρονεῖν; εἰ δὲ μήτε τὰ καλὰ τοῖς κατὰ φύσιν ἔχουσιν ἔτι καὶ μηδέπω διὰ κακίαν πεπηρωμένοις οὐκ ἀγνοεῖται ἥ γε ὁδὸς ἡ ἐφ’ αὑτὰ ἐφ’ ἡμῖν τε καὶ γνώριμος, ἐφ’ ἡμῖν ἂν εἴη καὶ τὸ ποιοῖς γίνεσθαι τὰ ἤθη καὶ τὰς ἕξεις κτήσασθαι, ἀφ’ ὧν ἢ τάδε ἢ τάδε αἱρησόμεθά τε καὶ πράξομεν. αἱ δὲ εὐφυίαι τε πρός τινα καὶ ἀφυΐαι ἔστ’ ἂν ἐν τῇ οἰκείᾳ φύσει τηρῶσιν τὸν ἄνθρωπον, πρὸς εὐκολωτέραν ἀνάληψιν τούτων συντελοῦσιν μόνον ἢ χαλεπωτέραν, πρὸς ἃ πεφύκασιν εὖ τε καὶ κακῶς. πᾶσιν γὰρ ἀνθρώποις τοῖς κατὰ φύσιν τε ἔχουσιν καὶ ἀστρόφοις ἐπὶ τὴν κρίσιν τε καὶ τὴν αἵρεσιν δυνατὸν ἀρετὴν κτήσασθαι καὶ δυνατὸν δι’ αὑτοῦ, διὸ πολλῶν καλῶς πρὸς ἀρετὴν πεφυκότων φαυλότερόν τινες πεφυκότες ἀμείνους γίγνονται πολλάκις τὴν ἔνδειαν τῆς φύσεως ἰασάμενοι τῇ παῤ αὐτῶν ἐξουσίᾳ.