Ancient Greek
1 to 24
Alexander of Aphrodisias, De anima libri mantissa 1-9-24
Not analysed yet
Εἰ κατὰ ἀκτίνων ἔκχυσιν καὶ πρόπτωσιν τὸ ὁρᾶν, δῆλον ὅτι σώματα αὖται. οὐδὲ γὰρ οἶόν τε ἄλλως κινηθῆναι αὐτὰς καὶ προελθεῖν. τοῦτο δὴ τὸ σῶμα τὸ τῶν ἀκτίνων πότερον ἀήρ ἐστιν ἢ φῶς ἢ πῦρ; καὶ πότερον συνεχές ἐστιν, ἢ διῃρημένον; καὶ εἰ συνεχές, πότερον ἐκπίπτει τοιοῦτον, ἢ ἐκπίπτει μὲν διῃρημένον, ἐκπεσὸν δὲ συμφύεται καὶ γίνεται συνεχές; πάντα γὰρ ταῦτα ἄτοπα. εἰ μὲν οὖν ἀήρ ἐστι, τί δεῖ αὐτὸν ἐκπεσεῖν, ὄντος γε καὶ ἔξω ἀέρος; εἰ δὲ φῶς καὶ οἷον ἀὴρ διαυγής (τοιοῦτον γάρ τι τὸ φῶς εἶναι οἰόμεθα), καὶ οὕτως μὲν περίεργος ἡ ἔκπτωσις, ὄντος γε καὶ ἔξω φωτός. καὶ γὰρ οὐδὲ ἄνευ τοῦ ἔξω δυνατὸν ὁρᾶν ἐστιν. εἶτα διὰ τί νύκτωρ καὶ σκότους οὐχ ὁρῶμεν; αὐτὸ γὰρ τὸ διὰ τῶν ὀφθαλμῶν ἐκπῖπτον φῶς κανὸν ἂν ἦν φωτίζειν τὸν θύραθεν ἀέρα, ὅ γε καὶ μέχρι τῶν ἄστρων ἀποτείνεσθαι πέφυκεν· οὕτως ἐστὶν ἰσχυρόν. εἰ δέ ἐστιν ἀσθενέστερον τοῦ μεθημερινοῦ φωτός, ἐχρῆν τοσούτῳ μᾶλλον νύκτωρ μὲν καὶ σκότους ὁρᾶν, ἡμέρας δὲ μή. τὸ γὰρ ἧττον ἀεὶ φῶς ὑπὸ τοῦ λαμπροτέρου φωτὸς μαραίνεται· οὕτως γοῦν καὶ λάμπει ἔνια νυκτός, τῆς ἡμέρας δὲ ἐπισκοτεῖται τὸ λάμπον αὐτῶν, ὡς ὀστέα τινὰ καὶ κεφαλαὶ ἰχθύων καὶ αἱ πυγολαμπίδες λεγόμεναι. ἔτι πῶς, εἰ ἀσθενές ἐστι τὸ ἐκπεμπόμενον, ἅμα πολλῶν εἰς ταὐτὸ συνελθόντων σκότους, τί δή ποτε οὐχ ἱκανὸν γίνεται τὸ ἐκ πάντων μιχθέν, ὥσπερ καὶ τὸ ἀπὸ λύχνων πλειόνων φωτίζει πλέον, ὧν ἕκαστος οὐκ ἦν αὐτάρκης, φωτίζειν τοσοῦτον; ἔτι εἰ τὸ φῶς ὁρατόν ἐστιν, πῶς τὰς ἀλλήλων ὄψεις οὐχ ὁρῶμεν οὔτε ἡμέρας οὔτε ἐν σκότῳ; εἰ δὲ μήτε ἀήρ ἐστι τὸ ἐκπεμπόμενον μήτε φῶς, λείπεται πῦρ εἶναι. εἰ πῦρ ἐστιν, εἴη ἂν θερμόν τε καὶ καυστικόν. οὐκ ἔστι δέ· ὥστ᾿ οὐδὲ πῦρ. εἰ γὰρ μὴ καυστικόν, φῶς πάλιν ἐροῦσιν. τί δή ποτε ἔσται τοῦτο τὸ φῶς; πυρὸς μὲν γὰρ ἀπόρροια οὐκ ἔστιν, ὡς οἴονται·