Ancient Greek
25 to 44
Alexander of Aphrodisias, De anima libri mantissa 25-2-44
Not analysed yet
καὶ γὰρ ἄλλα τινὰ φωτίζει οὐκ ὄντα πῦρ. ἔτι εἰ πῦρ ἐστι τὸ ἐκπεμπόμενον, πῶς οὐκ ἀποσβεσθήσεται ἐν ὕδατι; ὁρῶμεν δὲ καὶ ἐν ὕδατι, ὁρᾷ δὲ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα. ἔτι εἰ πῦρ τὸ ἐκπεμπόμενόν ἐστι, κατὰ φύσιν ἂν εἴη αὐτῷ ἡ εἰς τὸ ἄνω κίνησις. ὥστε ἐχρῆν ἡμᾶς μὴ ὁμοίως ὁρᾶν ἄνω τε καὶ κάτω ὁρῶντας, ἀλλὰ ἄνω μὲν ῥᾷον, κάτω δὲ βιαζομένους καὶ μόγις. ἔτι εἰ δι᾿ ἀκτίνων τὸ ὁρᾶν, ἁφή τις ἡ ὄψις ἔσται καὶ κατὰ ἁφὴν ἡ τῶν ἀκτίνων ἀντίληψις. εἰ δὲ αἱ ἀποτεινόμεναι ὄψεις αἰσθητικαί εἰσιν, διὰ τί οὐχὶ καὶ θερμοῦ καὶ ψυχροῦ αἰσθάνονται; μᾶλλον γὰρ ἂν τῶν ἁπτῶν διαφορῶν, ἢ τῶν χρωμάτων αἰσθάνοιντο. ἔτι εἰ συνεχὲς ἐκπίπτοι τὸ τῆς ὄψεως σῶμα, δεήσει πρῶτον μὲν πόρον τινὰ σύμπασαν τὴν κόρην εἶναι, ὅπερ οὐχ οὕτως ἔχειν φαίνεται. ἔπειτα, εἰ καὶ συνεχὲς ἐκπέμπεται, πῶς οὐ σκεδάννυται τουτὶ τὸ ῥεῦμα τὸ τῆς ὄψεως σχιζόμενον περὶ τὸν ἀέρα τὸν ἔξωθεν λεπτότερον ὂν αὐτοῦ; ἢ εἰ μὴ σκεδάννυται, πῶς οὐκ εἰς στενὸν συνάγεται προἱόν; τοιοῦτον γάρ τι ὁρῶμεν καὶ τὰ ἄλλα σώματα πάσχοντα προχωροῦντα· καὶ γὰρ ὕδωρ προχωροῦν ἤτοι χεῖται ἢ στενοῦται, καθάπερ τὸ ἐκ τῶν κρουνῶν ῥέον, καίτοι στερεώτερον ὂν τῶν ἀκτίνων· ἡ δὲ φλὸξ εἰς ὀξὺ ἀπολήγει. τὸ δὲ τῆς ὄψεως σῶμα πῶς εἰς κῶνον πλατύνεται καὶ μείζονα ἐπὶ πλέον προχωροῦν μήτε τῶν παχυτέρων μήτε τῶν λεπτοτέρων σωμάτων τοῦτο πασχόντων; ἔτι εἰ σῶμά ἐστι, τόπον κατέχει. ἤτοι οὖν σῶμα διὰ σώματος δίεισιν ἢ κενόν ἐστιν ἀφωρισμένον ἢ ἀντιπερίστασις γίνεται, εἰ μὲν ἐν ἀέρι ἐκπέμποιτο, ποιτο, ἀέρος, εἰ δὲ ἐν ὕδατι, ὕδατος· εἰς μὲν οὖν τὴν κόρην ἄτοπον λέγειν τὸ ὕδωρ ἀντιμεθίστασθαι, χρὴ δὲ ζητεῖν εἰς τί. οὐδὲ γὰρ εἰς τὴν ἀναπνοήν. οὐδὲ γὰρ ἀναπνεῖ τὰ ἐν τῷ ὕδατι ὁρῶντα, οὐδὲ ὅλως τὰ ἔνυδρα χωρίς τινων.