Ancient Greek
10 to 11
Alexander of Aphrodisias, De anima libri mantissa 10-2-11
Not analysed yet
οἷς δὲ τὰ τῆς οἰκείας γνώμης δεξιὰ καὶ ταύτῃ συνῳδὰ τὰ παρὰ τῆς τύχης, εἰς ἑαυτοὺς μᾶλλον ἢ τὴν εἱμαρμένην τὴν αἰτίαν τῶν γινομένων ἀνάπτουσιν. ἄλλοι δ’ αὖ τῶν μὲν δεξιῶν ἀπάντων ἢ ἑαυτοὺς ἢ τὸ θεῖον αἰτιῶνται, ἐπὶ δὲ τοῖς χείροσιν ἐπιβοῶνται τὴν εἱμαρμένην.