Ancient Greek
Περὶ εἱμαρμένης.
Alexander of Aphrodisias, De anima libri mantissa 12-3
Not analysed yet
εἰσὶ δέ τινες καὶ γόητες ἄνθρωποι, οἵτινες κατανοήσαντες τὴν τῶν πολλῶν ἀσθένειαν περὶ τὴν τῆς εἱμαρμένης καὶ τῶν κατ’ αὐτὴν γιγνομένων κρίσιν, καὶ τὸ ῥᾴδιον αὐτῶν διὰ φιλαυτίαν καὶ τὸ μηδὲν αὑτοῖς συνειδέναι δεξιὸν πρὸς πίστιν τοῦ πάντων τῶν ἁμαρτανομένων τὴν εἱμαρμένην αἰτιᾶσθαι ἀποφαίνονται πᾶν τὸ γιγνόμενον γίγνεσθαι καθ’ εἱμαρμένην, καὶ τέχνην ὑποκρίνονταί τινα τοιαύτην, καθ’ ἥν φασιν οἷοί τε εἶναι πάντα προγιγνώσκειν τε καὶ προμηνύειν τὰ ὁπωσοῦν ἐσόμενα, τῷ μηδὲν αὐτῶν γίγνεσθαι χωρὶς ἀνάγκης τινός, ἣν εἱμαρμένην λέγουσιν·