Ancient Greek · ~1 min
103 to 107
Alexander of Aphrodisias, De anima libri mantissa 103-107
Not analysed yet
ἔστιν δὲ τὸ εὐδαιμονεῖν ἐν τῷ κατὰ ἀρετὴν πράττειν. τὸ εὐδαιμονεῖν ἄρα ἐστὶν ἐν τῷ κατὰ τὸ βούλημα τῆς ἀρετῆς. κατὰ βούλημα δὲ τῆς ἀρετῆς ἐστιν τὸ εἶναι μετὰ τῶν ἐκλεκτῶν τε αὐτῇ καὶ οἰκείων καὶ αὐτῆς ἕνεκα κατεσκευασμένων. φορὰ ἄρα καὶ ταῦτα πρὸς τὴν κατὰ ἀρετὴν ἐνέργειαν, τουτέστιν πρὸς εὐδαιμονίαν. εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετή.