Ancient Greek
Ὅτι οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.
Alexander of Aphrodisias, De anima libri mantissa 108
Not analysed yet
ἔτι ὥσπερ τῷ αὐλητῇ τὸ εὗ αὐλεῖν ἐν τῷ αὐλεῖν ἐστιν καὶ οὐκ ἔστιν ἀδιάφορον τῷ αὐλητῇ πρὸς τὸ εὖ αὐλεῖν καὶ τὸ ἴδιον τέλος τὸ αὐλεῖν (ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν), οὕτως καί, εἰ τῷ εὐδαιμονοῦντι ἐν τῷ εὖ ζῆν ἐστιν τὸ εὐδαιμονεῖν, οὐκ ἂν εἴη αὐτῷ ἀδιάφορον τὸ ζῆν πρὸς τὸ εὖ ζῆν, ἀλλὰ συντελοῦν πρὸς τὸ εὖ ζῆν.