Ancient Greek · ~2 min
Περὶ νοῦ.
Alexander of Aphrodisias, De anima libri mantissa 111
Not analysed yet
τοῦτο δὴ τῇ αὑτοῦ φύσει νοητὸν ὂν ἐν τῷ νοοῦντι γενόμενον διὰ τοῦ νοηθῆναι νοῦς τέ ἐστι γεγενημένος ἐν τῷ νοοῦντι καὶ θύραθεν νοεῖται καὶ ἀθάνατος καὶ ἐντίθησιν τὴν ἕξιν τῷ ὑλικῷ ὥστε νοεῖν τὰ δυνάμει νοητά. ὡς γὰρ τὸ φῶς, ποιητικὸν ὂν τῆς κατ᾿ ἐνέργειαν ὄψεως, καὶ αὐτὸ ὁρᾶται καὶ τὰ σὺν αὐτῷ, καὶ δι᾿ αὐτοῦ τὸ χρῶμα, οὕτως δὲ καὶ ὁ θύραθεν νοῦς αἴτιος γίνεται τοῦ νοεῖν ἡμῖν, νοούμενος καὶ αὐτός, οὐ ποιῶν αὐτὸν νοῦν, ἀλλὰ τὸν ὄντα νοῦν τῇ αὑτοῦ φύσει τελειῶν καὶ ἄγων ἐπὶ τὰ οἰκεῖα.