Ancient Greek · ~4 min
112 to 116
Alexander of Aphrodisias, De anima libri mantissa 112-116
Not analysed yet
ἔστιν οὖν φύσει μὲν νοητὸν ὁ νοῦς, τὰ δὲ ἄλλα τὰ νοητὰ τέχνῃ τούτου καὶ τούτου ποιήματα, ἃ ποιεῖ οὐ παθὼν καὶ γενόμενος ὑπό τινος ὁ δυνάμει (ἦν γὰρ νοῦς καὶ πρὸ τοῦ ἐνεργεῖν), ἀλλὰ αὐξηθεὶς καὶ τελειούμενος. τελειωθεὶς δὲ τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ κατὰ τὴν οἰκείαν ἐνέργειαν καὶ τέχνην. ἴδιον γὰρ τοῦ νοῦ τὸ ποιητικόν, καὶ τὸ νοεῖν αὐτῷ ἐνεργεῖν ἐστιν οὐ πάσχειν. //βουλόμενος δὲ τὸν νοῦν ἀθάνατον δεικνύναι καὶ φεύγειν τὰς ἀπορίας ἃς ἐπιφέρουσιν τῷ θύραθεν νῷ ἀνάγκην ἔχοντι τόπον ἀλλάττειν, οὐ δυναμένῳ δέ, εἴ γέ ἐστιν ἀσώματος, οὔτε ἐν τόπῳ εἶναι οὔτε μεταβαίνειν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεσθαι, κατ᾿ ἰδίαν ἐπίνοιαν ἔλεγε τοιαῦτα περὶ τοῦ νοῦ ἐν παντὶ εἶναι τῷ θνητῷ λεγομένου σώματι. καὶ δὴ ἔφασκεν τὸν νοῦν καὶ ἐν τῇ ὕλῃ ὡς οὐσίαν ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ εἶναι ἀεὶ ἐνεργοῦντα τὰς αὑτοῦ ἐνεργείας.