Ancient Greek · ~7 min
14 to 24
Alexander of Aphrodisias, De anima libri mantissa 14-3-24
Not analysed yet
οἳ καὶ τοὺς πλείστους τῶν ἀνθρώπων ἀναπεπείκασιν δι’ ἀργίαν ἀφεμένους τοῦ σκοπεῖν, ὅπῃ ποτὲ ταῦτα ἔχει, καὶ τίς ἡ τάξις ἐν τοῖς οὖσιν τῆς εἱμαρμένης, πάντα τὰ γιγνόμενα καθ’ εἱμαρμένην γίγνεσθαι λέγειν. ἀλλ’ ἐπειδὴ μηδὲ οἱ πάνυ τὴν εἱμαρμένην ἐπιβοώμενοι ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν ἐκείνῃ φαίνονται πάντα ἐπεπιστευκέναι, (ἱκανὸν γὰρ τἀληθὲς μαχομένους αὐτοῖς ἀποφῆναι τοὺς τὰ ψευδῆ πεπιστευμένους λέγειν) ἄξιον ἡμᾶς ἄνωθεν ἀρξαμένους ἰδεῖν, τίς ποτέ ἐστιν ἡ φύσις τῆς εἱμαρμένης καὶ ἐν τίσιν καὶ μέχρι πόσου τὴν ἰσχὺν ἔχει. καὶ πρῶτόν γε περὶ τίνα τῶν ὄντων εὔλογον αὐτὴν λέγειν εἶναι, διασκεψώμεθα· τοῦτο γὰρ φανερὸν γενόμενον πρὸ ἔργου γενήσεται καὶ πρὸς τὰ ἄλλα τὰ ζητούμενα περὶ αὐτῆς. τὸ μὲν οὖν πᾶσιν τοῖς οὖσιν ἐπιτάσσειν αὐτὴν καὶ πάντα λέγειν εἶναι τὰ ὄντα καθ’ εἱμαρμένην, ὁμοίως ἀίδιά τε καὶ μή, οὔτε εὔλογον ἄλλως οὐθ’ ὑπὸ τῶν ὑμνούντων μάλιστα τὴν εἱμαρμένην ὡς αἰτίαν τῶν γιγνομένων ἁπάντων ὁμολογούμενον. οὔτε γὰρ τὰ ἀίδια καθ’ εἱμαρμένην εἶναι τοιαύτην λέγειν εὔλογον· γελοῖον γὰρ τὸ τὴν διάμετρον ἀσύμμετρον τῇ πλευρᾷ λέγειν εἶναι καθ’ εἱμαρμένην, ἢ τὸ τρίγωνον διὰ τοῦτο δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς ἐντὸς γωνίας, καὶ καθόλου τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα οὐδαμῶς εὔλογον καθ’ εἱμαρμένην οὕτως ἔχειν λέγειν. ἀλλ’ οὐδὲ τὰ γιγνόμενα πάντα· ὅσα γὰρ καὶ τούτων εὔτακτόν τε καὶ ὡρισμένην ἔχει τὴν γένεσίν τε καὶ κίνησιν, ἔξω πίπτει καὶ ταῦτα τῆς εἱμαρμένης. οὐ γὰρ καθ’ εἱμαρμένην ὁ ἥλιος ἐν χειμεριναῖς ἢ θεριναῖς τροπαῖς γίγνεται, οὐδὲ ἕκαστον τῶν ἄστρων εἱμαρμένην αἰτίαν ἔχει τῆς οἰκείας φορᾶς, ἀλλ’ ἔστιν ὥσπερ κατὰ τὸ εἶναι καὶ τὴν οὐσίαν ἐλεύθερα τῆς τοιαύτης αἰτίας, οὕτως δὲ καὶ κατὰ τὰς οἰκείας ἐνεργείας. διὸ τῶν μὲν ἀιδίων ἢ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ γιγνομένων οὐθενὸς αἴτιον ἡ εἱμαρμένη, δοκεῖ δὲ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ τῆς εἱμαρμένης ἔργον εἶναι.