Ancient Greek
25 to 37
Alexander of Aphrodisias, De anima libri mantissa 25-3-37
Not analysed yet
ἐν γὰρ τοῖς ἐπιτηδείοις ὅσον ἐπὶ τῇ φυσικῇ παρασκευῇ πρὸς τὰ ἀντικείμενα τῆς εἱμαρμένης ἰσχὺς εἶναι δοκεῖ, ἐν θατέρῳ τῶν ἀντικειμένων κατέχουσα αὐτὰ καὶ φυλάττουσα κατά τινα τάξεως ἀκολουθίαν. ἃ γὰρ οὐκ ἂν οὕτως ἔχοι ἄνευ τῆς εἱμαρμένης, ταῦτα παρὰ τῆς εἱμαρμένης ἐν τῇδε τῇ τάξει φυλάττεσθαι δοκεῖ· τοιαῦτα δέ ἐστιν οὐκ ἄλλα τινὰ τῶν ὄντων ἢ τὰ ἐν γενέσει καὶ φθορᾶ· ὥστε ἐνταῦθά που καὶ τὸ τῆς εἱμαρμένης. ἐπεὶ δὲ καὶ τούτων τὰ μὲν κατὰ τέχνην τε καὶ λόγον τεχνικόν τινα, τὰ δὲ κατὰ προαίρεσιν, τὰ δὲ κατὰ φύσιν γίγνεται, σκεπτέον ἐν τίσιν τούτων τὸ τῆς εἱμαρμένης, εἰ μὴ οἷόν τε ἐν πᾶσιν. τὰ μὲν οὖν κατὰ τέχνην γιγνόμενα καθ’ εἱμαρμένην εἶναί τε καὶ γίγνεσθαι λέγειν οὐδαμῶς ταῖς περὶ τῆς εἱμαρμένης δόξαις συνῳδόν· γελοῖον γὰρ τὸ τὴν κλίνην ἢ τὸ βάθρον καθ’ εἱμαρμένην γεγονέναι λέγειν, ἢ τὴν λύραν ἡρμόσθαι καθ’ εἱμαρμένην· οὕτω γὰρ ἐροῦμεν πᾶσαν τέχνην εἱμαρμένην. ἀλλ’ οὐδ’ ὧν προαίρεσις αἰτία, ταῦτα καθ’ εἱμαρμένην ἂν εἴη· τούτων γὰρ ἐν ἡμῖν ἡ ἀρχή, ἀλλ’ οὐκ ἔξωθεν, ἡ δὲ εἱμαρμένη οὐκ ἐν ἡμῖν· καὶ γὰρ εἰ καὶ περὶ ταὐτά ἐστιν ἡ εἱμαρμένη, περὶ ἃ καὶ τὸ ἐφ’ ἡμῖν, ἀλλὰ ἄλλο γέ ἐστι τοῦ ἐφ’ ἡμῖν. ἀφαιρετέον ἄρα τῆς εἱμαρμένης καὶ τῶν ἐν γενέσει τὰ γιγνόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν. τούτων δ’ ἀφῃρημένων λοιπὸν καταλείπεται ταῦτα, οἷς ἡ φύσις τῆς γενέσεως αἰτία, ἐν οἷς δὴ καὶ δοκεῖ δυναστεύειν τὸ τῆς εἱμαρμένης. εἰ γάρ τις ἐπιστήσας ἐξετάζειν βούλοιτο τὰς δόξας τὰς περὶ τῆς εἱμαρμένης καταβεβλημένας, οὐ περὶ ἄλλα τινά, οὐδὲ ἐν ἄλλοις αὐτὰς εὑρήσει τὴν εἱμαρμένην τιθείσας, ἀλλ’ ἐν τοῖς γινομένοις φύσει, καὶ τούτων μάλιστα ἐν τῇ τῶν ζῴων καὶ τῶν ἐκ συγκρίσεων τῶν ἐν γενέσει· οὐ γὰρ τὸ τὴν τῶν στοιχείων εἰς ἄλληλα μεταβολὴν καθ’ εἱμαρμένην γίνεσθαι λέγειν πάνυ τι σύνηθες.