Ancient Greek
16 to 27
Alexander of Aphrodisias, De anima libri mantissa 16-3-27
Not analysed yet
εἰ γὰρ ἀρχὴ μὲν ταῦτα, οὐκ ἔστιν δὲ τῆς κυρίως λεγομένης ἀρχῆς ἀρχή τε καὶ αἴτιον (τοῦ μὲν γὰρ εἶναι καὶ γενέσθαι τὸν ἄνθρωπόν ἐστί τις ἀρχή. τοῦ δὲ τάδε ἢ τάδε προαιρεῖσθαι οὔ, καὶ τοῦτο γὰρ εἶναι τουτέστιν αὐτῷ τὸ τὴν τοιάνδε ἔχειν δύναμιν ἐν αὐτῷ). τί γὰρ ἔτι καὶ χρήσιμον ἂν εἴη τὸ βουλεύεσθαι, εἰ προκαταβεβλημένας ἔχοιμεν τῶν πραττομένων τὰς αἰτίας; πῶς δ’ ἂν ἔτι τῶν ἄλλων ζῴων τιμιώτερον ἄνθρωπος εἴη ἀχρήστου τοῦ βουλεύεσθαι φανέντος; ἄχρηστον δέ, εἰ μὴ ἐφ’ ἡμῖν εἴη τὸ ἐκ τῆς βουλῆς προκρῖναί τι καὶ τὸ προκριθὲν ἑλέσθαι. τὸ μὲν γὰρ λέγειν αἰτίαν τὴν φαντασίαν τοῦ βουλεύεσθαι περὶ τοῦ φανέντος οὐδὲν ἄτοπον, τὸ δὲ καὶ τοῦ πράττειν τόδε τι μὴ τὴν βουλήν, ἀλλὰ τὴν φαντασίαν αἰτιᾶσθαι ἀναιρεῖν ἐστι τὴν βουλήν, ἥν τε ἔχομεν ὡς οὔσης τινὸς τὴν φαντασίαν αἰτίαν. ὥστ᾿ εἰ τοῦ μὲν βουλεύεσθαι τὸ φανὲν αἴτιον, τῆς δὲ κρίσεως ἡ βουλή, τῆς δὲ ὁρμῆς ἡ κρίσις, ἡ δὲ ὁρμὴ τῶν πραττομένων, οὐδὲν ἐν τούτοις ἐστὶν ἀναίτιον. ὥσπερ δὲ τὸ βουλεύεσθαι τοῦ ἐφ’ ἡμῖν εἶναί τι δεικτικόν, οὕτως καὶ τὸ μεταγινώσκειν ἐπὶ πραχθεῖσίν τισιν καὶ αὑτοὺς καὶ τὴν αὑτῶν αἵρεσιν αἰτιᾶσθαι· μαρτύριον γὰρ ἡ τοιαύτη αἰτία τοῦ καὶ τοῦ πρᾶξαι τότε τὸ πεπραγμένον ἡμᾶς τὴν αἰτίαν ἔχειν, τὸ δὲ ἄλλο τι ζητεῖν αἴτιον τοῦ τόδε τι ἐκ τῆς βουλῆς προκρῖναι ἀνελεῖν ἐστι τὴν βουλήν. τὸ γὰρ εἶναι τῷ βουλεύεσθαι ἐν τῷ δύνασθαι κρίνειν τε καὶ αἱρεῖσθαι τὸ φανὲν ἐκ τῆς βουλῆς ἄριστον. ὁ δὴ τοῦτο τῆς βουλῆς ἀφαιρῶν ὄνομα βουλῆς καταλείπει μόνον. τὸ γὰρ λέγειν πάντων τῶν ἐκτὸς περιεστώτων ὁμοίων ἢ ταὐτὰ αἱρήσεσθαί τινα, ἢ καὶ πράξειν, ἢ δὴ ἀναιτίως ἔσεσθαί τι, τούτων των δὲ τὸ μὲν ἀναιτίως τι γίγνεσθαι ἀδύνατον εἶναι, τὸ δὲ ταὐτὰ αἱρεῖσθαι τῶν αὐτῶν περιεστώτων δεικτικὸν εἶναι τοῦ τὰ ἐκτὸς αἴτια κύρια τῶν ὑφ’ ἡμῶν πραττομένων εἶναι, οὐχ ὑγιές.