Ancient Greek
28 to 31
Alexander of Aphrodisias, De anima libri mantissa 28-2-31
Not analysed yet
οὔτε γὰρ ἀνάγκη τὰ αὐτὰ αἱρεῖσθαι τὸν ἄνθρωπον ἀεὶ τῶν αὐτῶν περιεστώτων ἁπάντων, οὔτε ἀναίτιος ἡ πρᾶξις, εἰ μὴ κατὰ τὰ αὐτὰ γίγνοιτο. ἡ γὰρ βουλὴ καὶ ἡ προαίρεσις καὶ ἡ κρίσις καὶ ὁ ἄνθρωπος τῆς τοιαύτης πράξεως αἴτιος, ἔχων ἐν αὐτῷ τὴν ἐξουσίαν τοῦ βουλεύεσθαι περὶ τῶν περιεστώτων, ἔχει καὶ τὸ δύνασθαι ἐκ τῶν αὐτῶν μὴ τὰ αὐτὰ αἱρεῖσθαι. καὶ τοῦτο οὐκ ἀλόγως τίθεται, οὐδέ ἐστιν αἴτημα τὸ λεγόμενον. εἰ μὲν γὰρ ἦν εἷς ὁ σκοπὸς αὐτῷ, πρὸς ὃν τὴν ἀναφορὰν τῆς κρίσεως ἐποιεῖτο, εὔλογον ἦν ἀπὸ τῶν αὐτῶν ἀεὶ ταὐτὸν αὐτὸν αἱρεῖσθαι τὴν αὐτήν γε σχέσιν ἔχοντα ἀεὶ καὶ φυλάττοντα πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν, πρὸς ὃν ὁρῶν ἐποιεῖτο τὴν κρίσιν αὐτῶν.