Ancient Greek · ~3 min
2 to 4
Alexander of Aphrodisias, De anima libri mantissa 2-3-4
Not analysed yet
καὶ γὰρ τὸ ἐν χρόνῳ δεῖν γίνεσθαι τὴν ἀντίληψιν διαφέροντι τῶν ἐγγὺς καὶ πόρρωθεν ὁρωμένων, καὶ τὸ ἀναλίσκεσθαι τά τε ὁρῶντα καὶ τὰ ὁρώμενα καὶ μειοῦσθαι ἐν τῇ ἐνεργείᾳ ταύτῃ ἑκάτερον αὐτῶν τοσαύτης ἀπορροίας ἀπ᾿ αὐτῶν γινομένης), καὶ τὸ μέχρι πόσου δὲ ἄπεισι τὸ ἐκπεμπόμενον, ἔπειτα συμμίγνυται τῷ ἀπὸ τοῦ ὁρωμένου ἀπορέοντι, ὡρίσθαι δεῖ. ἣν γὰρ ἂν ἀναλογίαν ποιήσωσιν, δεήσει ἐν πλείονι χρόνῳ τὰ μακρὰν ὁρᾶν τῶν ἐγγύς, ἅτε πλείονα κίνησιν κινουμένου τοῦ ἐκπεμπομένου ἀφ᾿ ἡμῶν ἐν τῇ πρὸς ἐκεῖνα προσβολῇ, τὴν δὲ πλείονα κίνησιν νησιν ἐν πλείονι γίνεσθαι χρόνῳ. οὐδὲ γὰρ τὸ ἀπορρέον θᾶττον ἀφικνεῖσθαι πρὸς τὴν ὄψιν αὔταρκες πρὸς τὸ μὴ ἐπὶ πλέον προχεῖσθαι τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον ὑπὸ τῶν πόρρωθεν ὁρωμένων.