Ancient Greek · ~2 min
Πρὸς τοὺς διὰ τῆς ἀπορροίας τῆς ἀπ᾿ ἀμφοῖν τὸ ὁρᾶν λέγοντας.
Alexander of Aphrodisias, De anima libri mantissa 5-2
Not analysed yet
ἐπὶ γὰρ τῶν ἐγγὺς ὁρωμένων, εἰ τὸ μὲν πληκτικώτερον ἐγγυτέρω τεθείη, οἷον τὸ πῦρ, τιὸ δ᾿ οὐχ ὁμοίως πληκτικὸν πορρωτέρω, οἷον ἄνθρωπος (ἐλάττω γὰρ τὸ τούτου χρῶμα πληκτικόν), ὡς τὸ μὲν ἀπὸ πήχεως ἑνός, τὸ δὲ ἀπὸ δύο ἢ τεσσάρων πηχῶν εἶναι, ἔπειτα ἀναβλέψαιμεν, ἅμα ἂν ἴδοιμεν καὶ οὐ θᾶττον τὸ πληκτικὸν καίτοι πλησίον κείμενον, ὥστ᾿ οὐδὲν τὸ πληκτικὸν ἢ μὴ πρὸς τὸ ἐλάττονα τὴν πρόοδον γίνεσθαι ἢ πλείονα τὴν ἀπὸ τῆς ὄψεως συντελεῖ.