Ancient Greek · ~2 min
Ὅτι ἀντακολουθοῦσιν αἱ ἀρεταί.
Alexander of Aphrodisias, De anima libri mantissa 2-5
Not analysed yet
οὔτε γὰρ δικαιοσύνην οἷόν τε ἔχειν μόνην, εἴ γε τοῦ μὲν δικαίου τὸ ἐν πᾶσιν τοῖς δεομένοις τῆς ἀρετῆς δικαίως ἐνεργεῖν (οὐκ ἐνεργήσει δὲ δικαίως ὁ μὲν ἀκόλαστος ἔνθα περιέλκει τι τῶν ἡδέων αὐτόν, ὁ δὲ δειλὸς ἔνθα φοβερὸν ἀπειλεῖταί τι τὰ δίκαια πράξαντι, ὁ δὲ φιλοχρήματος ἔνθα λήμματος ἐλπίς, καὶ ὅλως πᾶσα κακία τῇ κατ᾿ αὐτὴν ἐνεργείᾳ λυμαίνεταί τι τοῦ δικαίου), ἀλλ᾿ οὐδὲ ἀνδρεῖον οἷόν τε τὸν ἀκόλαστον ἢ τὸν ἄδικον εἶναι ἢ τὸν ἄλλην τινὰ κακίαν ἔχοντα·