Ancient Greek · ~1 min
3 to 5
Alexander of Aphrodisias, De anima libri mantissa 3-2-5
Not analysed yet
ὁ μὲν γὰρ ἀκόλαστος πρὸ τῆς κατ᾿ ἀνδρείαν ἐνεργείας τὴν ἡδονὴν ἕλοιτ᾿ ἂν, ὁ δὲ ἄδικος αἱρήσεταί ποτε τὸ πλέον ἔχειν ἀμελήσας τοῦ κατὰ ἀνδρείαν ἐνεργεῖν· ἀλλὰ καὶ τοὺς προδότας ὑπὸ τούτων τῶν κακιῶν γινομένους ἰδεῖν ἐστιν. πῶς δὲ οἷόν τε κατὰ σωφροσύνην καὶ σωφρόνως ἐνεργεῖν τὸν δειλὸν ἢ τὸν ἄδικον;