Ancient Greek · ~7 min
22 to 35
Alexander of Aphrodisias, De anima libri mantissa 22-35
Not analysed yet
ὅτε γὰρ πῦρ γέγονεν, οὐκ ἄνθραξ ἐστὶν ἔτι οὐδὲ ξύλον, ἀλλὰ ἐνεργείᾳ μὲν πῦρ ἐστιν τότε, δυνάμει δὲ ἄνθραξ, ὡς, εἴ γε ἦν τότε ἄνθραξ, ἦν ἂν ἐν ὑποκειμένῳ αὐτῷ τὸ πῦρ. ὅτι δὲ οὐκ ἔστιν ἄνθραξ, δῆλον ἐκ τοῦ μὴ ἔχειν αὐτὸ τὰ τοῦ ἄνθρακος ἴδια. τὸ δὲ ἔχον ἐν ὑποκειμένῳ τι τὴν οἰκείαν φυλάσσον οὐσίαν ἔχει τοῦτο. ὡς γὰρ ὁ ἀὴρ ἐξ ὕδατος μεταβάλλων δυνάμει μὲν ὕδωρ ἐστίν, ἐνεργείᾳ δὲ οὔ (διὰ τοῦτο οὐδ᾿ ἐν ὑποκειμένῳ τῷ ὕδατι ὁ ἀήρ), οὕτως οὐδὲ ὁ ἄνθραξ πῦρ γενόμενος ἐν ὑποκειμένῳ αὐτῷ τὸ πῦρ ἕξει μηκέτ᾿ ἄνθραξ μένων. οὔτε γὰρ ἐν τούτῳ ἐν ὑποκειμένῳ ἔσται, ὃ ἐν τῷ νῦν τὸ εἶναι ἔχει, οὐδὲ ἐν ἐκείνῳ ὃ πρὸ τοῦ μὲν ἦν ἄνθραξ, νῦν δὲ τοῦ πυρὸς ἐν αὐτῷ γενομένου μηκέτι ἐστίν, ἀλλὰ ἔφθαρται. σημειωτέον ὅτι Ἀριστοτέλης τὴν φύσιν εἶδος οὖσαν ἐν ὑποκειμένῳ λέγει εἶναι ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως. ὑποκείμενον γάρ τι καὶ ἐν ὑποκειμένῳ ἐστὶν ἡ φύσις ἀεί. λέγει δὲ καὶ ἀρχόμενος τοῦ δευτέρου Περὶ ψυχῆς· οὐ γάρ ἐστι τῶν καθ᾿ ὑποκειμένου τὸ σῶμα᾿, καθ᾿ ὑποκειμένου μὲν λέγων τὸ ἐν ὑποκειμένῳ. λέγων δὲ τὸ μὲν σῶμα μὴ εἶναι τοιοῦτον, τὴν δὲ ψυχήν, ἢ δύναται καθ᾿ ὑποκειμένου οὐ τὸ ἐν ὑποκειμένῳ λέγειν νῦν, ἀλλ᾿ ὃ δεῖται πρὸς τὸ εἶναι ὑποκειμένου τινός. οὕτως δὲ ἔχει καὶ τὸ εἶδος τὸ ἐν τῇ ὕλῃ. ὅτι δὲ τὸ εἶδος οὕτως, ἐντεῦθεν ἄν τις ἐπιδείξαι. εἰ τὸ εἶδος σῶμα, ἤτοι χωρὶς εἴδους ἔσται αὐτό, ἢ εἶδος ἕξει τὸ σῶμα τοῦτο. εἰ μὲν οὖν χωρὶς εἴδους, ὕλη ἔσται τὸ εἶδος. εἰ δὲ εἶδος ἕξει τὸ εἶδος, ἐκεῖνο ἤτοι καὶ αὐτὸ σῶμα ἔσται, καὶ ὁ αὐτὸς πάλιν ἐπ᾿ ἐκείνου λόγος, ἤ, εἰ ἀσώματον, ἔσται καὶ τὸ πρῶτον εἰλημμένον εἶδος ἀσώματον.