Ancient Greek · ~6 min
36 to 55
Alexander of Aphrodisias, De anima libri mantissa 36-55
Not analysed yet
ἔτι, εἰ τὸ εἶδος ἐκεῖνο, ὃ ἦν σῶμα, εἶδος ἕξει, τὸ εἶδος ἐκεῖνο, καθ᾿ ὃ τὸ σωματικὸν εἶδος ψυχή, ἢ ἀσώματον ἢ σῶμα ἔσται. εἰ ἀσώματον, τὸ δὲ ψυχῇ εἶναι κατὰ τὸ εἶδος εἶχεν τὸ σῶμα, ἔσται ἀσώματος ἡ ψυχή. εἰ δὲ καὶ τοῦτο σῶμα, ἐπ᾿ ἄπειρον ὁ λόγος προελεύσεται. διὰ τί δὲ ἡ ψυχὴ ἐντελέχεια οὖσα οὐσία; ἢ πάντων τῶν φυσικῶν οὐσιῶν ἅτινα κυρίως οὐσίαι. καὶ γὰρ τὰ τεχνητὰ οὐσίαι οὐ καθὸ τεχνητά, ἀλλὰ καθὸ ὑπόκειται αὐτοῖς φυσικὰ σώματα· τῶν δὴ φύσει ὄντων τὰ εἴδη καὶ αἱ ἐντελέχειαι οὐσίαι, καθά ἐστιν ἕκαστον αὐτῶν τόδε τι, οἷον γῆ, πῦρ. καὶ τὸ ζῷον δὲ φυσικὴ οὐσία καὶ ἔστιν εἶδος αὐτοῦ καὶ ἐντελέχεια, καθὸ ζῷον, ἡ ψυχή. οὐσία ἄρα καὶ αὕτη. ἐξ οὐσιῶν γὰρ αἱ οὐσίαι. ἐκ γὰρ μὴ οὐσιῶν οὐκ ἂν οὐσία γένοιτο. ὥστε ἐπεὶ ἐξ ὕλης καὶ εἴδους αἱ φυσικαὶ οὐσίαι, ἡ ὕλη καὶ τὸ εἶδος οὐσίαι. ἔτι ἐξ ὕλης καὶ εἴδους φυσικῶν ἡ φυσικὴ οὐσία. ἐξ ὧν δὲ ἡ φυσικὴ οὐσία σύγκειται, οὐσίαι ταῦτα. τὸ εἶδος ἄρα καὶ ἡ ὕλη φυσικαὶ οὐσίαι. ἔτι εἰ οὐσίας ἴδιον τὸ τῶν ἐναντίων παρὰ μέρος εἶναι δεκτικόν, δεκτικὴ δὲ καὶ ἡ ψυχὴ τῶν ἐναντίων παρὰ μέρος (κακίας γὰρ καὶ ἀρετῆς), εἴη ἂν οὐσία. πῶς οὖν ἐκ μὲν μὴ οὐσιῶν ἀδύνατον οὐσίαν γενέσθαι, ἐκ δὲ ἀσωμάτων σῶμα γίνεται; οὔτε γὰρ ἡ ὕλη σῶμα, οὔτε τὸ εἶδος, ἐκ τούτων τὸ σῶμα. ἢ εἰ μὲν ἐγίνετο σῶμα, ἔδει αὐτὸ ἐκ μὴ σώματος γενέσθαι, πᾶν γὰρ τὸ γινόμενον ἐκ τοῦ ἀντικειμένου αὐτῷ γίνεται. ὁμοίως καί, εἰ οὐσίας ἦν γένεσις ἁπλῶς, ἐκ μὴ οὐσίας ἂν ἐγίνετο.