Ancient Greek
22 to 43
Alexander of Aphrodisias, De anima libri mantissa 22-2-43
Not analysed yet
τὸ γὰρ τοιοῦτο πᾶν κατὰ τὴν δύναμιν ταύτην, καθ᾿ ἣν διαφανές ἐστι, δεκτικόν ἐστι χρωμάτων. εἴη δ᾿ ἂν ἡ δύναμις αὕτη διαφάνεια. ἔστι δὲ ἡ δύναμις αὕτη ἐν ἅπασιν μὲν τοῖς σώμασιν, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον. ἐφ᾿ ὅσον δὲ ἕκαστον αὐτῶν μετέχει, ἐπὶ τοσοῦτον καὶ τοῦ χρώματός ἐστι δεκτικόν. ἔστιν δ᾿ ἐναντία αὐτοῖς οὐ κατὰ τὰς ἁπτὰς δυνάμεις. τὸ γὰρ ὕδωρ μᾶλλον οὕτω γε καὶ κατὰ ταύτας ἐναντίον τῷ πυρί. τὸ μὲν γὰρ θερμόν τε καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρόν τε καὶ ὑγρόν. ἀλλ᾿ οὐ κατὰ τοῦτο τὸ φωτίζειν τῷ πυρί. καὶ γὰρ ἄλλα μὴ τοιαύτης ὄντα φύσεως φωτίζει. ἀλλ᾿ ὡς ἐναντία ἡ γῆ τῷ πυρὶ καὶ κατὰ τὴν ῥοπὴν καὶ κατὰ τὸν οἰκεῖόν τε καὶ κατὰ φύσιν τόπον καὶ κατὰ τὸ μανὸν καὶ πυκνόν, τουτέστιν λεπτὸν καὶ παχύ, οὕτω καὶ κατὰ τὴν τοῦ φωτὸς δύναμιν καὶ διαφάνειάν τε καὶ φῶς ἐναντία ἡ γῆ τῷ πυρί. καὶ γὰρ δὴ ὁ μὲν ἀὴρ οἰκεῖος τῷ πυρί (διὸ καὶ ταχὺ ἐκπίμπραται), τὸ δὲ ὕδωρ· καὶ τροφὴ δοκεῖ τῷ πυρὶ εἶναι. καὶ γὰρ ἐν τοῖς καιομένοις ξύλοις ἡ ὑγρότης ἐστὶν ἡ καιομένη ἐν αὐτοῖς. ὁ γὰρ καπνὸς τοιοῦτον. ἡ δὲ γῆ πορρωτάτω ἀφέστηκεν αὐτοῦ. διὰ τοῦτο δὴ μάλιστα μέν ἐστι δεκτικὸν φωτὸς τὸ δυνάμει πῦρ. τοῦτο δέ ἐστι τὸ ὑπέκκαυμα, δευτέρως δὲ ἀὴρ καὶ τρίτον τὸ ὕδωρ. ἡ δὲ γῆ πλεῖστον ἀφεστῶσα τοῦ πυρὸς καὶ τῆς δεκτικῆς φύσεως τοῦ φωτὸς ἐλάχιστα μετέχει. αὕτη δέ ἐστιν ἡ διαφάνεια. τὸ γὰρ ἕτερον τῶν ἐναντίων στέρησις. ἐναντίον δὲ τὸ πλεῖστον ἀφεστός. πλεῖστον δὲ ἀφέστηκεν, μεθ᾿ ὃ εἰς ἄλλο μετάβασις οὐκ ἔστιν· τοιοῦτον δὲ ἡ γῆ. ἔσχατόν τε γὰρ τῶν ὑφισταμένων καὶ τελευταῖον τῆς ἐπὶ τάδε μεταβάσεως.